Ancient Greek
Section 43
Epiphanius, De mensuris et ponderibus (ap. Cosmam) (excerptum Graecum 6) 43
Not analysed yet
Εἴκοσι γὰρ καὶ δύο ἔργα, ὦ φιλόκαλε, ὁ Θεὸς ἐποίησεν ἀπ' ἀρχῆς ἄχρι τῆς ἑβδόμης ἡμέρας, ἅτινά ἐστι τάδε· τῇ πρώτῃ ἡμέρᾳ τὸν οὐρανὸν τὸν ἀνώτερον, τὴν γῆν, τὰ ὕδατα, ἐξ ὧν ἐστι χιών, κρύσταλλος καὶ χάλαζα, πάγος καὶ δρόσος, τὰ πνεύματα τὰ λειτουργοῦντα ἐνώπιον αὐτοῦ, ἅτινά ἐστι τάδε· ἄγγελοι πρὸ προσώπου καὶ ἄγγελοι τῆς δόξης, καὶ ἄγγελοι νεφελῶν καὶ γνόφων καὶ χιόνων καὶ χαλάζης καὶ πάγου, ἄγγελοι φωνῶν, βροντῶν καὶ ἀστραπῶν, ἄγγελοι ψύχους καὶ καύματος, χειμῶνος καὶ φθινοπώρου, καὶ πάντων τῶν πνευμάτων τῶν κτισμάτων αὐτοῦ, τῶν ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς καὶ τοῦ χάους, τὸ σκότος τὸ ἐπάνω τῆς ἀβύσσου τῶν ὑδάτων τῶν ποτὲ ἐπάνω τῆς γῆς, ἐξ οὗπερ σκότους ἑσπέρα καὶ νύξ, τὸ φῶς ἡμέρας τε καὶ ὄρθρου.