Ancient Greek
Section 44
Epiphanius, De mensuris et ponderibus (ap. Cosmam) (excerptum Graecum 6) 44
Not analysed yet
Ταῦτα τὰ ἑπτὰ μέγιστα σημεῖα ἐποίησεν ὁ Θεὸς ἐν τῇ πρώτῃ ἡμέρᾳ, τῇ δὲ δευτέρᾳ ἡμέρᾳ τὸ στερέωμα τὸ ἐν μέσῳ τῶν ὑδάτων· ἐν αὐτῇ τῇ ἡμέρᾳ ἐμερίσθη τὰ ὕδατα· τὰ ἡμίση αὐτῶν ἀνέβη ἐπάνω τοῦ στερεώματος, καὶ τὰ ἡμίση αὐτῶν ὑποκάτω τοῦ στερεώματος ἐν μέσῳ, ἐπὶ πρόσωπον πάσης τῆς γῆς· τοῦτο μόνον τὸ ἔργον ἐποίησεν ὁ Θεὸς τῇ δευτέρᾳ ἡμέρᾳ.