Ancient Greek
Κατὰ Πτολεμαϊτῶν ιݲγݲ, τῆς δὲ ἀκολουθίας λݲγݲ., Chapter 1
Epiphanius, Panarion (Adversus haereses) 1-15
Not analysed yet
Τοὺς περὶ Μεκῦνδον καὶ τὸν ὀνομασθέντα Ἐπιφάνην, ἐξ Ἰσιδώρου τὴν πρόφασιν εἰς ἑαυτοῦ ὑπόνοιαν ἀπεμπολήσαντα, Πτολεμαῖος διαδέχεται τῆς μὲν αὐτῆς τῶν καλουψενων Γνωστικῶν ὑπάρχων αἱρέσεως καὶ τῶν κατὰ Οὐαλεντἱνον <εἷς ὢν> σὺν ἑτέροις τισίν, ἕτερα δὲ παρὰ τοὺς αὐτοῦ διδασκάλους ὑποτιθέμενος, οὗ καὶ τὸ ὄνομα αὐχοῦσιν οἱ αὐτῷ πειθόμενοι. Πτολεμαῖοι καλούμενοι. Οὗτος τοίνυν ὁ Πτολεμαῖος καὶ οἱ σὺν αὐτῷ ἔτι ἐμπειρότερος ἡμῖν τῶν ἑαιτοῦ διδασκάλων προελήλυθε, τῇ ἐκείνων ὑφηγήσει προσθήκης τινὸς ὑπερβολὰς ἐξευρών. δύο γὰρ οὗτος συζύγους τῷ θεῷ τῷ παρ᾿ αὐτοῖς Βυθῷ καλουμένῳ ἐπενόησέν τε καὶ ἐχαρίσατο· ταύτας δὲ καὶ διαθέσεις ἐκάλεσεν, Ἔννοιάν τε καὶ Θέλημα. καὶ τὴν μὲν Ἔννοιαν ἀεὶ συνυπάρξασαν αὐτῷ, ἐννοουμένην ἀεὶ τό τι προβαλέσθαι, τὸ δὲ Θέλημα ἐν αὐτῷ ἐπιγινόμενον. πρῶτον γὰρ ἐνενοήθη <τι> προβαλεῖν, εἶτα, φησίν, ἠθέλησεν. διὸ καὶ τῶν δύο διαθέσεων τούτων ἢ καὶ δυνάμεων (δυνάμεις γὰρ αὐτὰς πάλιν καλεῖ), τῆς Ἐννοίας καὶ τῆς Θελήσεως ὥσπερ συγκραθεισῶν εἰς ἀλλήλας ἡ προβλὴ τοῦ Μονογενοῦς καὶ τῆς Ἀληθείας κατὰ συζυγίαν ἐγένετο. οὕστινας τύπους καὶ εἰκόνας τῶν δύο διαθέσεων τοῦ Πατρὸς προελθεῖν τῶν ἀοράτων ὁρατάς, τοῦ μὲν Θελή- ματος τὸν Νοῦν, τῆς δὲ Ἐννοίας τὴν Ἀλήθειαν· καὶ διὰ τοῦτο τοῦ >Θελήματος ὁ με) ἄρρην είκὼν γέγονεν, τῆς <δὲ> ἐγεννήτου Ἐννοίας ὁ δὲ] θῆλυς τοῦ Θελήματος]. τὸ Θέλημα τοίνυν δύναμις ἐγέ- γετο τῆς Ἐννοίας. ἐνενόει μὲν γὰρ ἀεὶ ἡ Ἔννοια τὴν προβολήν, οὐ μέν- τοι προβαλεῖν αὐτὴν καθ᾿ ἑαυτὴν ἠδύνατο ἃ ἐνενοει· ὅτε δὲ ἡ τοῦ Θελήματος δύναμις ἐπεγένετο, τότε ὅ ἐνενόει προέβαλεν.