Ancient Greek
2.1 to 2.5
Epiphanius, Panarion (Adversus haereses) 2.1-10-5
Not analysed yet
2. Καὶ φεῦ τῆς τοιαύτης τοῦ ματαιόφρονος ληρῳδίας· τοῦτο γὰρ |οὐκ ἂν οὐδὲ ἐπὶ ἀνθρώπου λαμβάνοιτο παρά τινι τῶν ἐχόντων Ö 400 ἐρρωμένην τὴν διάνοιαν, μήτι γε ἐπὶ θεοῦ. δοκεῖ δέ μοι φρονι- μώτερος αύτοῦ ὑπάρχειν Ὄμηρος ἐν τῷ τὸν Δία φροντίδα παρ᾿ αὐτῷ ποιούμενον ἀναγράφεσθαι, μεριμνῶντά τε καὶ χαλεπαίνοντα καὶ ἄüπνον παννύχως διατετελεκότα, τὸ πῶς τοῖς Ἀχαιοῖς ἐπιβουλεύσῃ, τῆς Θέτιδος αὐτὸν ἀξιωσάσης εἰς τὸ δίκην τῖσαι τοὺς τῶν Ἐλλήνων ἐξάρχους τε καὶ αὐτοὺς Ἔλληνας διὰ τὴν πρὸς τὸν Ἀχιλλέα ὕβριν. οὐδὲν γὰρ οὑτος ὁ Πτολεμαῖος εἰς δόξαν τοῦ παρ᾿ αὐτοῦ Πατρὸς τῶν ὅλων τοῦ] καὶ Βυθοῦ καλουμένου κὐλογώτερον τῶν παρὰ Ὀμηρου εἰς τὸν Δία εἰρημένων ἐπενόησεν, ἀλλ᾿ αὐτὸν κατείληφε μᾶλλον τὸν Δία, ὡς παρὰ Ὁμήρου λαβὼν τὴν ἔννοιαν· μᾶλλον γὰρ τὴν Ὀμηρικὴν κατάληψιν περὶ Διὸς καὶ Ἀχαιῶν εἰκότως ἂν φήσειέν <τις αὐτὸν ἐσχηκέναι>, τὴν τοσαύτην αύτοῦ τόλμαν ἐξεμέσαντα, ἤ >περὶ τοῦ τῶν ὅλων καὶ ἅμα τῷ δελῆσαι καῖ ἐννοεῖται τοῦθ᾿ ὅπερ καὶ ἠθέλησεν, τότε ἐννοούμενος ὅτε θέλει καὶ τότε θέλων ὅτε ἐννοεῖται, ὅλος ἔννοια ὤν, ὅλος θέλημα ὤν, ολος νοπῦς, ὅλος φῶς, ὅλος ὁφθαλμός, ὅλος ἀκοή, ὅλος πηγὴ πάντων τῶν ἀγαθῶν καὶ οὐδενὸς εἴσω πάθους περιεχόμενος· θεὸς γάρ, καὶ οὐ φροντίζων καὶ άπορῶν ὡς ὁ Βυθὸς ἤτοι ὁ Ζεύς, περὶ οὑ λέγοντα Ὄμηρον Πτολεμαῖος περὶ Βυθοῦ λέγων ἐμιμήσατο.