Ancient Greek
Kατὰ Σευηριανῶν κε, τὴς δὲ ἀκολουθίας με., Chapter 1
Epiphanius, Panarion (Adversus haereses) 1-19
Not analysed yet
Τούτων καθεξῆς <Σευῆρος> ἕπεται, ἤτοι. σύγχρονος ἤτοι περὶ τὸν χρόνον *· οὐκ ἔχω γὰρ περὶ τοῦ χρόνου αὐτοῦ ἀσφαλῶς λέγειν, πλὴν σύνεγγυς ἀλλήλων ἦσαν. ὅμως δὲ τὰ εἰς ἡμᾶς ἐλθόντα διηγήσομαι. Σευῆρός τις ἀνέστη, ἐξ οὗπερ οἱ Σευηριανοὶ καλούμενοι, καθεξῆς συνεπόμενος τῷ προειρημένῳ Ἀπελλῇ. τὰ δὲ παρ’ αὐτῷ μυθολογήματα ταῦτά ἐστιν ἅτινα μέλλω λέγειν. βούλεται δὲ καὶ αὐτὸς ἀρχαῖς τε καὶ ἐξουσίαις προσάπτειν τὴν καθ’ Ἡμᾶς κτίσιν, εἶναί τε ἐν ἀκατονομάστῳ τιυὶ ἀνωτάτῳ τε οὐρανῷ καὶ αἰῶνι ἀγαθόν τινα θεόν. τὸν δὲ διάβολον υἱὸν εἶναι φάσκει τοῦ μεγάλου ἄρχοντος τῆς τῶν ἐξουσιῶν τάξεως, ᾧ ὄνομα τίθεται πῆ μὲν Ἰαλδαβαώθ, πῆ δὲ Σαβαώθ· τοῦτον δὲ γεννηθέντα ἐξ αὐτοῦ εἶναι ὄφιν. ἀπὸ δὲ τῆς ἄνω δυνάμεως καταβεβλῆσθαι εἰς τὴν γῆν καὶ κατεληλυθότα ὀφιείκελον ὄντα εἰς οἶστρον ἐληλακέναι καὶ τῇ γῇ μεμίχθαι ὥσπερ γυναικί, καὶ ἀπ’ αὐτοῦ τὸ σπέρμα ἀποσπερματίσαντος τῆς γονῆς τὴν ἄμπελον βεβλαστηκέναι. διὸ δὴ μυθολογῶν εἰς παράστασιν τὴς αὐτῶν ληρῳδίας τὸ ὀφιείκελον τῆς ἀμπέλου περιφερὲς <βούλεται> ἐκτυποῦν, λέγων διὰ τὸ σκαληνὸν τοῦ φυτοῦ εἶναι αὐτὸ ὄφεως δίκην· καὶ τὴν μὲν λευκὴν εἶναι ὡς ὄφιν, τὴν δὲ μέλαιναν ὡς δράκοντα. εἶναι δὲ καὶ τοὺς ῥᾶγας τῆς ἀμπέλου ὥσπερ ἰοῦ ῥαθάμιγγας εἴτουν σταγόνας, δαὶ τὸ κυκλοειδὲς ἤ τὸ μείουρον καὶ διαμφὲς ἑκάστον ῥωγὸς στρογγυλώσεως. τὸν δὲ οἶνον ἐκ τῆς ὑποθέσεως ταύτης ὄντα τὸν νοῦν θολοῦν τῆς ἀνθρωπότητος καὶ πῆ μὲν εἰς θέλξιν ἀφροδισίων ἄγειν, πῆ δὲ εἰς οἶστρον ἐγείρειν, ἠδ’ αὖ πάλιν ὀργὴν ἐμποιεῖν διὰ τὸ κεπφοῦσθαι τὸ σῶμα ἐκ τῆς ἀπὸ τοῦ οἴνου δυνάμεως καὶ τοῦ ἰοῦ τοῦ προειρημένου δράκοντος. ὅθεν ἀπέχονται οἴνου παντελῶς οἱ τοιοῦτοι.