Ancient Greek
Kατὰ Σευηριανῶν κε, τὴς δὲ ἀκολουθίας με., Chapter 2
Epiphanius, Panarion (Adversus haereses) 2-19
Not analysed yet
2. Φάσκουσι δὲ καὶ τὴν γυναῖκα εἶναι ἔργον τοῦ Σατανᾶ, καθάπερ καὶ οἱ Ἀρχοντικοὶ τοῦτο ἔφασαν. διὸ τοὺς γάμῳ πλησιάζοντας τοῦ Σατανᾶ τὸ ἔργον πληροῦν λέγυσιν. ἀλλὰ καὶ τοῦ ἀνθρώπου τὸ μὲν ἥμισυ εἶναι τοῦ θεοῦ, τὸ δὲ ἥμισυ τοῦ διαβόλου. ἐπ’ ὀμφαλοῦ γὰρ καὶ ἀνωτάτω εἶναι τῆς τοῦ θεοῦ δυνάμεως λέγει τὴν πλάσιν, ἀπὸ δὲ ὀμφαλοῦ καὶ κατωτάτω τῆς πονηρᾶς ἐξουσίας τὴν πλάσιν. διόπερ φηςὶ πάντα τὰ καθ’ ἡδονὴν καὶ οἶστρον καὶ ἐπιθυμίαν ἀπ’ ὀμφαλοῦ καὶ κατωτάτω γίνεσθαι. ἀλλὰ καὶ αἱ ἄλλαι αἱρέσεις τοῦτο ἔφασαν εἶναι.