Ancient Greek
Κατὰ Τεσσαρεσκαιδεκατιτῶν λݲ, τῆς δὲ ἀκολουθίας νݲ., Chapter 1
Epiphanius, Panarion (Adversus haereses) 1-23
Not analysed yet
Ἀπὸ τούτων τῶν δύο αἱρέσεων τῶν ὁμοῦ ἀλλήλαις μιχθεισῶν, κατὰ Φρύγας τε καὶ Κυϊντιλλιανῶν ἤτοι Πρισκιλλιανῶν, ἀνέκυψε πάλιν τῷ κόσμῳ ἑτέρα αἵρεσις Τεσσαρεσκαιδεκατιτῶν οὕτως καλουμένη. καὶ οὗτοι μὲν πάντα ἔχουσιν ὡς ἡ ἐκκλησία, σφάλλονται δὲ ἀπὸ πάντων διὰ τὸ μὴ τῇ ἀκολουθίᾳ καὶ τῇ διδασκαλίᾳ τοῦ θεσμοῦ προσανέχειν, Ἰουδαϊκοῖς ἔτι μύθοις προσανέχοντες. καὶ οὐδὲ τὰ ἴσα αὐτοῖς δογματίζουσιν· »οὐ γὰρ ἃ λέγουσιν οἴδασιν οὔτε περὶ τίνων διαβεβαιοῦνται«. ἅπαξ γὰρ τοῦ ἔτους μίαν ἡμέραν τὸ Πάσχα οἱ τοιοῦτοι φιλονείκως ἄγουσι, καίτοι γε περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καλῶς καὶ ἴσως <ἡμῖν> ἔχοντες, προφήτας τε δεχόμενοι καὶ ἀποστόλους καὶ εὐαγγελιστάς, ἀνάστασιν δὲ σαρκὸς ὁμοίως ὁμολογοῦντες καὶ κρίσιν ἐσομένην καὶ ζωὴν αἰώνιον. περιέπεσαν δὲ ἀστοχήματι καὶ οὐ τῷ τυχόντι οὗτοι, δῆθεν κεχρημένοι τῷ ῥητῷ ᾧ εἶπεν ὁ νόμος ὅτι »ἐπικατάρατος ὃς οὐ ποιήσει τὸ Πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνός«. ἕτεροι δὲ ἐξ αὐτῶν τὴν αὐτὴν μίαν ἡμέραν ἄγοντες καὶ τὴν αὐτὴν μίαν ἡμέραν νηστεύοντες καὶ τὰ μυστήρια ἐπιτελοῦντες, ἀπὸ τῶν Ἄκτων δῆθεν Πιλάτου αὐχοῦσι τὴν ἀκρίβειαν εὑρηκέναι, ἐν οἷς ἐμφέρεται τῇ πρὸ ὀκτὼ καλανδῶν Ἀπριλλίων τὸν σωτῆρα πεπονθέναι. καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ βούλονται ἄγειν τὸ Πάσχα ὁποίᾳ δἂν ἐμπέσῃ ἡ τεσσαρεσκαιδεκάτη τῆς σελήνης· οἱ δὲ ἐν τῇ Καππαδοκίᾳ τὴν αὐτὴν μίαν ἡμέραν τὴν πρὸ ὀκτὼ καλανδῶν Ἀπριλλίων ἄγουσι. καὶ ἐν αὐτοῖς δὲ στάσις οὐχ ἡ τυχοῦσα, τῶν μὲν λεγόντων τῇ τεσσαρεσκαιδεκάτῃ τῆς σελήνης, τῶν δὲ πρὸ ὀκτὼ καλανδῶν Ἀπριλλίων. ἔτι δὲ εὕραμεν ἀντίγραφα Ἄκτων Πιλάτου, ἐν οἷς σημαίνει πρὸ δεκαπέντε καλανδῶν Ἀπριλλίων τὸ πάθος γεγενῆσθαι· τἀληθῆ δέ, ὡς ἐκ πολλῆς ἀκριβείας ἔγνωμεν, ἐν τῇ πρὸ δεκατριῶν καλανδῶν Ἀπριλλίων τὸν σωτῆρα πεπονθέναι κατειλήφαμεν· τινὲς δὲ τῇ πρὸ δέκα καλανδῶν Ἀπριλλίων λέγουσιν. ἐξέπεσον δὲ καὶ οὗτοι τοῦ προκειμένου. δέδια δὲ καὶ περὶ τούτων ἐπὶ πλεῖστον μηκῦναι τὸ λόγον· πολλὰ γὰρ ἔχομεν λέγειν.