Ancient Greek
Κατὰ Καϊντιλλιανῶν εἴτ᾿ οὖν Πεπουζιανῶν τῶν καὶ Πρισκιλλιανῶν, οἷς συνάπτονται Ἀρτοτυρῖται κݲθݲ, τῆς δὲ ἀκολουθίας μݲθݲ., Chapter 3
Epiphanius, Panarion (Adversus haereses) 3-12
Not analysed yet
3. πᾶσα δὲ ἀνθρώπων χλεύη ἐν τῷ ἀποστῆναι <καθέστηκεν> ἀπὸ τῆς ὁρθῆς πίστεως καὶ εἰς ἀμηχανίαν τρέπεσθαι καὶ εἰς διαφορὰς ἐνθουσιασμῶν τε καὶ ὀργίων. ἐκβακχευόμεναι γὰρ αἱ διάνοιαι ἀεὶ τοὺς μὴ κατέχοντας τὴν ἄγκυραν τῆς ἀληθείας, ἀλλ᾿ἐπιδιδόντας ἐαυτοὺς τῷ *φέρουσι κατὰ πᾶσαν ὁτιοῦν αἰτίαν. κἄν τε γὰρ γυναῖκες παρ᾿ αὐτοῖς εἰς ἐπισκοπὴν καὶ πρεσβυτέριον καθίστανται διὰ τὴν Εὔαν, ἀκούσωσι τοῦ κυρίου λέγοντος »πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου καὶ αὐτός σου κυριεύσει«. λέληθε δὲ αὐτοὺς καὶ ὁ ἀποστολικὸς λόγος ὅτι »γυναικὶ οὐκ ἐπιτρέπω λαλεῖν οὔτε αὐθεντεῖν ἀνδρός« καὶ πάλιν »οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός. ἀλλὰ γυνὴ ἐξ ἀνδρός« καὶ »ὁ Ἀδὰμ οὐκ ἠπάτηται, ἀλλ᾿ ἡ Εὔα πρώτη ἀπατηθεῖσα ἐν παραβάσει γέγονεν«. καὶ ὦ τῆς πολυφόρου πλάνης τοῦ κόσμου τούτου. διὸ ὡς νωδόν τι καὶ ἀφροσύνης ἔμπλεον ἀσκαλαβώτου δίκην *ταύτην παρελθὼν ἐπὶ τὰς ἑξῆς βαδιοῦμαι, ὦ ἀγαπητοί, θεὸν ἐπικαλούμενος καλούμενος εἰς βοήθειαν τῆς ἡμετέρας ταπεινότητος καὶ εἰς πλήρωσιν τῆς ἡμῶν ἐπαγγελίας.