Ancient Greek
Κατὰ Γοροθηνῶν, ἀπὸ Σαμαρειτῶν αἱρέσεως γݲ τῆς δὲ ἀκολουθίας, Chapter 1
Epiphanius, Panarion (Adversus haereses) 1-7
Not analysed yet
Γοροθηνοί τε καὶ οἱ ἄλλοι. Ἐσσηνοὶ δὲ ἐγγὺς τῶν ἄλλων γινόμενοι μενοι τὰ ἴσα ἐκείνοις πράττουσι· μόνοι δὲ Γοροθηνοὶ καὶ Δοσίθεοι τὴν φιλονεικίαν εἰσὶ πρὸς Σεβουσίους κεκτημένοι. καὶ ποιοῦσιν αὐτοὶ τὰς ἑορτάς, φημὶ δὲ Γοροθηνοὶ καὶ Δοσίθεοι, ὅταν οἱ Ἰουδαῖοι ἐπιτελῶσι, τῶν τε Ἀζύμων καὶ Πάσχων, Πεντηκοστῆς τε καὶ Σκηνοπηγιῶν καὶ νηστείας τῆς παρ᾿ αὐτοῖς νομιτευομένης ἡμέραν μίαν. οἱ δὲ ἄλλοι οὐχ οὕτως ποιοῦσιν, ἀλλὰ ἰδιαζόντως ἐν μησὶν οἷς προειπαμεν.