Ancient Greek
Κατὰ Σεβουαίων, ἀπὸ Σαμαρειτῶν αἱρέσεως ݲ, τῆς δὲ ἀκολουθίας οݲαݲ, Chapter 1
Epiphanius, Panarion (Adversus haereses) 1-6
Not analysed yet
τότε οἱ Σεβουαῖοι διὰ μῆνιν καὶ ὀργὴν μετέθηκαν τοὺς καιροὺς τῶν ἑορτῶν τῶν προειρημένων, τὸ πρῶτον μὲν κατὰ ὀργὴν τοῦ Ἔσδρα, δεύτερον δὲ διὰ τὴν προειρημένην πρόφασιν τὴν εἰς μάχην προκαλουμένην αὐτοὺς διὰ τῶν παριόντων. τάττουσι δὲ οὗτοι τὸν νέον μῆνα τῶν Ἀζύμων μετὰ τὸ νέον ἔτος, ὅπερ γίνεται ἐν τῷ μετοπώρῳ, τουτέστι μετὰ τὸν Θεσρὶ μῆνα, ὃς Αὔγουστος παρὰ Ῥωμαίοις καλεῖται Μεσορὶ δὲ παρ᾿ Αἰγυπτίοις Γορπιαῖος δὲ παρὰ Μακεδόσι παρ᾿ Ἔλλησι δὲ Ἀπελλαῖος. ἀπεντεῦθεν οὗτοι ἀρχὴν τοῦ ἔτους ποιοῦνται καὶ εὐθὺς τὰ Ἄζυμα ἐπιτελοῦσιν, ἐν δὲ τῷ μετο- πώρῳ τὴν Πεντηκοστὴν ποιοῦσι, τὴν δὲ Σκηνοπηγίαν αὐτῶν ἐπιτελοῦσιν ὅτε παρὰ τοῖς Ἰουδαίοις τὰ Ἄζυμα καὶ τὸ Πάσχα. οὐ μὴν ἐπείσθησαν τοῖς Σεβουαίοις