Ancient Greek
Κατὰ Καϊανῶν ιݲλݲ τῆς δὲ ἀκολουθίας λݲηݲ., Chapter 2
Epiphanius, Panarion (Adversus haereses) 2-16
Not analysed yet
2. Ἕκαστος γὰρ αὐτῶν δῆθεν, διὰ τὴν πρόφασιν ταύτην ἀρρητο- ποιῶν κοὶ αἰσχρουργίας ἐπιτελῶν ἁμαρτήματά τε ὅσα ἔστιν πράττων, ἐπικαλεῖται ἑκάστου ἀγγέλου ὄνομα, τῶν τε ὄντων ἀγγέλων καὶ τῶν παρ᾿ αὐτοῖς πλαστῶς λεγομένων· καὶ ἑκάστῳ τούτων προσάπτει τι ἔργον ἀθέμιτον τῶν ἐπὶ γῆς ἁμαρτημάτων, τὴν πρᾶξιν τὴν ἐδίαν εἰς ονομα οὑ βούλεται ἀγγέλου ἀναφέρων. καὶ ὅταν ταῦτα πράττωσιν, οὕτως λέγουσιν »ὁ δεῖνα ἄγγελε, καταχρῶμαί σου τὸ ἔργον· ἡ δεῖνα ἐξουσία, πράττω σου τὴν πρᾶξιν«. καὶ τοῦτο γνῶσις τελεία παρ᾿ αὐτοῖς ἐστι λεγόμενον, ἐπειδὴ ἀδεῶς ἐπὶ τὰς ἀθεμίτους αἰσχρουργίας ὁρμᾶν τὰς προφάσεις δῆθεν ἀπὸ τῶν προειρημένων μητέρων καὶ πατέρων αἱρέσεων, φημὶ <δὲ> Γνωστικῶν καὶ Νικολάου καὶ τῶν σὺν Οὐαλεντίνου τε καὶ Καρποκράτους, ἐσχήκασιν. Πόη δὲ ἦλθεν εἰς ἡμᾶς καὶ βιβλίον ἐν ᾧ ἐπλάσαντο ῥήματά τινα ἀνομίας πλήρη, οὕτως περιέχον, »ὅτι, φησίν, οὗτός ἐστιν ὁ ἄγγελος ὁ τὸν Μωυσέα τυφλώσας καὶ οὗτοί εἰσιν οἱ ἄγγελοι οἱ τοὺς περὶ Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρὼν κρύψαντες καὶ μεταστήσαντες«. πάλιν δὲ ἄλλο συνταγμάτιον ἄλλοι πλάττουσιν ἐξ ὀνόματος Παύλου τοῦ ἀποστόλου, ἀρρητουργίας ἔμπλεον, ᾠ καὶ οἱ Γνωστικοὶ λεγόμενοι χρῶνται, ὃ Ἀναβατικὸν Παύλου καλοῦσι, τὴν πρόφασιν εὑρόντες ἀπὸ τοῦ λέγειν τὸν ἀπόστολον ἀναβεβηκέναι ἕως τρίτου οὐρανοῦ καὶ ἀκηκοέναι ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. καὶ ταῦτα, φασίν, ἐστὶ τὰ ἄρρητα ῥήματα. διδάσκουσι δὲ ταῦτα καὶ τὰ τοιαῦτα, τοὺς πονηροὺς τιμῶντες καὶ τοὺς ἀγαθοὺς ἀπαγορεύοντες. εἶναι γάρ<φασιν> ὡς προεῖπον, τὸν Κάϊν τῆς ἰσχυροτέρας δυνάμεως καὶ τὸν Ἄβελ τῆς ἀσθενεστέρας. ταύτας δὲ τὰς δυνάμεις τῇ Εὔᾳ προσπλακείσας γεγεννηκέναι τὸν Κάϊν καὶ τὸν Ἄβελ, καὶ εἶναι τῆς μὲν τὸν Κάϊν τῆς δὲ τὸν Ἄβελ, εἶναι δὲ <καὶ> τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἀπὸ τῶν τοιούτωνδυνάμεων εἴτουν ἀγγέλων γεγεννημένους· καὶ τοὺς γεννηθέντας παῖδας, Κάϊν τέ φημι καὶ Ἄβελ, ἐρίσαι πρὸς ἀλλήλους καὶ τὸν γεγεννημένον ἀπὸ ἰσχυρᾶς δυνάμεως πεφονευκέναι τὸν ἀπὸ τῆς ἥττονος δυνάμεως καὶ ἀσθενεστέρας.