Ancient Greek
Κατὰ Κολορβασίων ιε, τῆς δὲ ἀκολουθίας λݲεݲ., Chapter 1
Epiphanius, Panarion (Adversus haereses) 1.5-4
Not analysed yet
πολλὴ δὲ μάχη παρ᾿ αὐτοῖς καὶ περὶ τοῦ Σωτῆρος. οἱ μὲν γὰρ αὐτὸν ἐκ πάντων γεγονέναι λέγουσι, διὸ καὶ εὐδοκητὸν καλεῖσθαι, ὅτι πᾶν τὸ πλήρωμα ηὐδόκησεν δι᾿ αὐτοῦ δοξάσαι τὸν Πατέρα· οἶ δὲ ἐκ μόνων τῶν δέκα αἰώνων τῶν ἀπὸ Λόγου καὶ Ζωῆς προβεβλημένων αὐτὸν λέγουσι], καὶ διὰ τοῦτο Λόγον καὶ Ζωὴν αὐτὸν x003E; ,τὰ προγονικὰ ὀνόματα τὰ] διασῴζοντα·