Ancient Greek
Κατὰ Ἀπελληϊανῶν κݲδݲ, τῆς δὲ ἀκολουθίας μݲδݲ., Chapter 2
Epiphanius, Panarion (Adversus haereses) 2-18
Not analysed yet
Χριστὸν δὲ ἥκειν φηςὶν ἐπ’ ἐσχάτων τῶν καιρῶν, υἱὸν ὄντα τοῦ ἄνω ἀγαθοῦ θεοῦ, καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ὡσαύτως ἐπὶ σωτηρίᾳ τῶν εἰς γνῶσιν αὐτοῦ ἐρχομένων, καὶ ἐλθόντα οὐ δοκήσει πεφηνέναι, ἀλλὰ ἐν ἀληθείᾳ σάρκα εἰληφέναι, οὐκ ἀπὸ Μαρίας τῆς παρθένου, ἀλλὰ ἀληθινὴν μὲν ἐσχηκέναι τὴν σάρκα καὶ σῶμα, οὔτε <δὲ> ἀπὸ σπέρματος ἀνδρὸς οὔτε ἀπὸ γυναικὸς παρθένου. ἀλλὰ ἔσχεν μὲν σάρκα ἀληθινήν, τούτῳ <δὲ> τῷ τρότπῳ· καί, φηςίν, ἐν τῷ ἔρχεσθαι ἀπὸ τῶν ἀπουρανίων ἦλθεν εἰς τὴν γῆν καὶ συνήγαγεν ἑαυτῷ ἀπὸ τῶν τεσςάρων στοιχείων σῶμα. καὶ πῶς καὶ οὗτος οὐκ ἐπείγεται εἰς τὸ φωραθῆναι αὐτοῦ τὴν ἀνομίαν ἀκολουθοῦσαν ταῖς τῶν παλαιῶν Ἑλλήνων ποιητῶν περὶ τῆς κενοφωνίας ταύτης δόξαις; φάσκει γὰρ καὶ οὗτος, ὡς ἐκεῖνοι καὶ ἔτι ψυχροτέρως παρ’ ἐκείνους λέγων, τὸν σωτῆρα ἑαυτῷ ὑποστήσασθαι τὸ σῶμα. ἀπὸ γὰρ τοῦ ξηροῦ τὸ ξηρὸν καὶ ἀπὸ τοῦ θερμοῦ τὸ θερμὸν καὶ ἀπὸ τοῦ ὑγροῦ τὸ ὑγρὸν καὶ ἀπὸ τοῦ ψυχροῦ τὸ ψυχρὸν ßκαὶ οὕτως πλάσας ἑαυτῷ σῶμα ἀληθινῶς πέφηνεν ἐν κόσμῳ καὶ ἐδίδαξεν ἡμᾶς τὴν ἄνω γνῶσιν, καταφρονεῖν τε τοῦ δηιουργοῦ καὶ ἀρνεῖσθαι αὐτοῦ τὰ ἔργα, ὑποδείξας ἡμῖν ἐν ποίᾳ γραφῇ ποῖά ἐστι τὰ ψύσει ἐξ αὐτοῦ εἰρημένα καὶ ποῖά ἐστι τὰ ἀπὸ τοῦ δημιουργοῦ. »οὕτως γάρ, φηςίν, ἔφη ἐν τῷ εὐαγγελίῳ, γίνεσθε δόκιμοι τραπεζῖται· χρῶμαι γάρ, φηςίν, ἀπὸ πάσης γραφῆς ἀναλέγων τὰ χρήσιμα«. εἶτα, φηςίν, ἔδωκεν ὁ Χριστὸς ἑαυτὸν παθεῖν ἐν αὐτῷ τῷ σώματι καὶ ἐσταυρώθη ἐν ἀληθείᾳ καὶ ἐτάφη ἐν ἀληθείᾳ καὶ ἀνέστη ἐν ἀληθείᾳ καὶ ἔδειξεν αὐτὴν τὴν σάρκα τοῖς ἑαυτοῦ μαθηταῖς. καὶ ἀναλύσας, φηςίν, αὐτὴν τὴν ἐνανθρώπησιν ἑαυτοῦ ἀπεμέρισε πάλιν ἑκάστῳ τῶν στοιχείων τὸ ἴδιον ἀποδούς, τὸ θερμὸν τῷ θερμῷ, τὸ ψυχρὸν τῷ ψυχρῷ, τὸ ξηρὸν τῷ ξηρῷ, τὸ ὑγρὸν τῷ ὑγρῷ· καὶ οὕτως διαλύσας ἀπ’ αὐτοῦ πάλιν τὸ ἔνσαρκον σῶμα ἀνέπτη εἰς τὸν οὐρανόν ὅθεν καὶ ἧκε.