Ancient Greek
Κατὰ Ὡριγένους τοῦ καὶ Ἀδαμαντίου μݲδݲ, τῆς δὲ ἀκολουθίας ξݲδݲ., Chapter 10
Epiphanius, Panarion (Adversus haereses) 10-5
Not analysed yet
10. Καὶ ἔστιν οὕτως. λέγει »διὰ τοῦτο οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει«. εἶτα (ὡς ἔθος ἐστὶν αὐτῷ ἀπὸ τῶν ἐκδόσεων φαντάζειν). ὁμοίως, φησί, Θεοδοτίων Ἀκύλας Σύμμαχος. εἶτα ἐπιφέρει κατὰ τῶν υἱῶν τῆς ἀληθείας σκωπτωδῶς· Ἐντεῦθεν, φησίν, οἱ ἀναστάσεως τῶν πεπιστευκότων ὁρμώμενοι νομίζουσι τοὺς ἀσεβεῖς τῆς ἀναστάσεως μὴ τεύξεσθαι καὶ τῆς θείας κρίσεως μὴ καταξιοῦσθαι· τί νοοῦντες τῆν ἀνάστασιν καὶ ποταπὴν τὴν κρίσιν φανταζόμενοι, οὐ πάνυ σαφηνίζοντες. κἄν γὰρ δοκῶσι περὶ τούτων ἀποφαίνεσθαι, ἡ βάσανος αὐτοὺς διελέγξει τὸ ἐξῆς ἀκόλουθον σᾠζειν οὐ δυναμένους, μὴ κεκρατηκότας τὸν περὶ ἀναστάσεως καὶ κρίσεως τρόπον. ἐὰν οὖν πυνθανώμεθα αὐτῶν, τίνος ἡ ἀνάστασις γίνεται, ἀποκρίνονται, φησίν, ὄτι τῶν σωμάτων ἅ νῦν περικείμεθα. εἶτα προσεπερωτησάντων ἡμῶν· πότερον τῆς οὐσίας ὅλης ἢ οὐχί, πρὶν βασανίσαι λέγουσι, ὅτι ὅλης. ἐὰν δὲ προσαπορήσωμεν, συμπεριφερόμενοι τῇ ἀκεραιότητι αὐτῶν καὶ οὐδὲν περὶ τοῦ ῥευστῆν *,ἐξετάζοντες. εἰ συναναστήσονται τὰ ἀπορρεύσαντα ἐν φλεβοτομίαις αἴματα καὶ τἁ ἐκτακεῖσαι ἐν νόσοις σάρκες καὶ τρίχες πᾶσαι αἱ πώποτε γενόμεναι ἡμῶν ἤ μόναι αἰ ἐπὶ τῷ τέλει πρὸς τῇ ἐξόδῳ, θλιβόμενοι ὁτὲ μὲν προσκόπτουσι [καὶ] τῇ γινομένῃ ἐξετάσει, οὶόμενοι δεῖν ἐπιτρέπειν τῷ θεῷ ὃ βούλεται περὶ τούτων ποιεῖν, ὁτὲ δὲ δοκοῦντες συγκαταβαίνειν τὰς ἐπὶ τέλει ταύτης τῆς ζωῆς τρίχας φασὶν ἡμῖν συναναστήσεσθαι. οἱ δὲ γενναιότεροι αὐτῶν, ἵνα μὴ ἀναγκάζωνατι τὰ αἴματα αὐτῶν συνάγειν τῷ λόγῳ τὰ πολλάκις ἀπεκκριθέντα τῶν σωμάτων ἡμῶν καὶ τὰς μεταβαλλούσας σάρκας ἐν νόσοις <εἰς> ἰδρῶτας ἢ οἵαν δήποτε ὕλην, φασὶ τὸ ἐπὶ τέλει ἡμῶν ἀνίστασθαι σῶμα.