Ancient Greek
Κατὰ Ὡριγένους τοῦ καὶ Ἀδαμαντίου μݲδݲ, τῆς δὲ ἀκολουθίας ξݲδݲ., Chapter 11
Epiphanius, Panarion (Adversus haereses) 11
Not analysed yet
11. Ταῦτά ἐστι τά τοῦ προειρημένου ἐθελοσόφου ἐπαπορητικὰ πρὸς τὴν ἀλήθειαν λεξίδια, ἃ ἀναγκαίως παρεθέμην εἰς παράστσιν τοῖς βουλομένοις εἰδέναι τὸν πάντα νοῦν αὐτοῦ τῆς περὶ ἀναστάσεως ἀπιστίας. καὶ γὰρ καὶ ἄλλα ἔχει μεθ᾿ ἕτερα *πολλὰ ἐν ταύτῃ τῇ τοῦ ψαλμοῦ ἀκολουθίᾳ. φάσκει γάρ »διὰ τοῦτο οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει«· ἐντεῦθεν δὲ ἐπιλαμβάνεται καὶ ἐπέκεινα <κατὰ> τῶν τὴν ἀσφαλῆ ἀνάστασιν ὁριζόντων καὶ τὴν βεβαίαν ἐλπίδα τῆς τῶν τὴν ἀσφαλῆ ἀνάστασιν ὁριζόντων, ὡς ἀκεραίων ὅντων, πολλὰ μοχθηρὰ ἐπειπὼν καὶ σοφιστικήν τινα ὑπόνοιαν ὑφηγησάμενος, οὕτι πιστικόν, ἀλλὰ συλλογιστικὸν πᾶν ὁτιοῦν εἰς καταστροφὴν τῶν αὐτῷ πεισθέντων *,ἐν τῶν κατὰ φύσιν ἡμῖν συμβαινόντων ἀνατρέψαι ἐπειράθη τῆς αὐτῆς ἀναστάσεως ἡμῶν ἐν ἀληθείᾳ ἐλπίδος τὴν ὁμολογίαν. Τῶν Ὠριγένους ἐπιτομὴ ἐκ τῶν Μεθοδίου.