Ancient Greek
Κατὰ Ὡριγένους τοῦ καὶ Ἀδαμαντίου μݲδݲ, τῆς δὲ ἀκολουθίας ξݲδݲ., Chapter 12
Epiphanius, Panarion (Adversus haereses) 12-3
Not analysed yet
12. Ἐντεῦρεν οἱ ἁπλούτεροι τῶν πεπιστερυκότων ὁρμώμενοι νομίζουσι τοὺς ἀσεβεῖς τῆς ἀναστάσεως μὴ τεύξεσθαι *,τί νοοῦντες τὴν ἀνάστασιν *. κἂν γὰρ δοκῶσι περὶ τούτων ἀποφαίνεσθαι, ἡ βάσανος αὐτοὺς διελέγξει, τὰ ἑξῆς ἀκολούθως σᾠξειν μὴ δυναμένους, *. ἐὰν οὖν πυνθανώμεθα αὐτῶν, τῶν, τίνος ἡ ἀ(??)άστασις γίνεται, ἀποκρίνοννται ὅτι τῶν σωμάτων ἃ νῦν περικείμεθα. εἶτα προσεπερωτησάντων ἡμῶν· πότερον τῆς οὐσίας ὅλης ἢ οὐχί, πρὶν βασανίσαι λέγουσιν ὅτι ὅης. ἐὰν δὲ προσαπορήσωμεν, συμπεριφερόμενοι τῇ ἀκεραιότητι αὐτῶν *,εἰ συναναστήσεται τὰ ἀπορρεύσαντα ἐν φλεβοτομίαις αἵματα καὶ σάρκες καὶ τρίχες αἰ πώποτε γενόμεναι ἢ μόναι αἱ πρὸς τῇ ἐξόδῳ, θλιβόμενοι εἰς τὸ τῷ θεῷ <ἐξεῖναι> ποιεῖν ἂ βούλεται προστρέχουσιν· οἱ δὲ γενναιότεροι αὐτῶν, ἵνα μὴ ἀναγκάζωνται τὰ αὐτὰ αἵματα συνάγειν τῷ λόγῳ, ἃ πολλάκις ἀπεκκριθῆναι τῶν σωμάτων ἡμῶν συνέβη *,φασὶ τὸ ἐπὶ τέλει ἡμῶν ἀναστήσεσθαι σῶμα. προσηπορήσαμεν δέ, διὰ τὸ τρεπτὴν εἶναι τὴν σωματικὴν φύσιν καὶ τοιαῦτα. ὥσπερ εἰς τὸ ἡμέτερον σῶμκ αἱ τροφαὶ κατατάττονται καὶ μεταβάλλουσι τὰς ὁμοιότητας, οὕτως καὶ τὰ ἡμέτερα σώματα μεταβάλλονται ἐν τοῖς σαρκοβόροις οἰωνοῖς καὶ θηρίοις καὶ γίγνεται μέρη ζᾠων ἐσθιόμενα ἀντιμεταβάλλεται καὶ γίγνεται ἀνθρώπων ἢ ἑτέρων ζᾠων σώματα. καὶ τούτου ἐπὶ πολὺ γιγνομένου ἀνάγκη τὸ αὐτὸ σῶμα πλειόνων ἀνθρώπων πολλάκις γίγνεσθαι μέρος. τίνος οὖν ἔσται σῶμα ἐν τῇ ἀναστάσει; καὶ οὕτως εἰς βυθὸν ἡμᾶς φλυαρίας ἀλόγου συμβήσεται ἐμπίπτειν.