Ancient Greek
12.12 to 12.15
Epiphanius, Panarion (Adversus haereses) 12.12-2-15
Not analysed yet
καὶ εἰ τὸ ἐν μαξιμίλλῃ πνεῦμα <πνεῦμα> ἅγιον ἦν, οὐκ ἀπηγόρευε τὰ ἴδια ῥήματα· »ἓν γὰρ ἐστι τὸ ἅγιον πνεῦμα, τὸ διαιροῦν ἑκάστῳ ὡς βούλεται«. εἰ δὲ ἔχει ἐξουσίαν διαιρεῖν ὡς βούλεται, λέγεται δὲ πνεῦμα γνώσεως καὶ πνεῦμα εὐσεβνείας καὶ λέγεται πνεῦμα Χριστοῦ [εἶναι] καὶ πνεῦμα πατρός, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ ὄν, ἄρα οὐκ ἐλεγε »μὴ ἀκούετέ μου«. τὰ γὰρ Χριστοῦ τὸ πνεῦμα ἐλάλει καὶ ὁ Χριστὸς τὸ πνεῦμα ἀποστέλλει καὶ ε᾿ν πνεύματι ἁγίῳ ἐκβάλλει τὰ δαιμόνια, καὶ ὁ υἱὸς τὰ τοῦ πατρὸς λέγει καὶὁ πατὴρ τὸν υἱὸν ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ἵνα γινώσκωσιν αὐτὸν καὶ δοξάσωσι, καθὼς δοξάζοθσι τὸν πατέρα. καὶ διέπεσε κατὰ πά΄ντα τρόπον ἡ τῶν ἀπαλλοτριούντων ἑαυτοὺς διάνοια ἀπὸ τῆς τοῦ Χριστοῦ ἀκολουθίας.