Ancient Greek
Κατὰ τῶν κατὰ Φρύγας ἤτοι Μοντανιστῶν καλουμένων ἢ καὶ Τασκοδρουγιτῶν κݲηݲ, τῆς δὲ ἀκολουθίας μݲηݲ., Chapter 13
Epiphanius, Panarion (Adversus haereses) 13-4
Not analysed yet
13. Φάσκει δὲ πάλινἡ αὐὴ Μαξξίμιλλα, ἡ τῆς παρακολουθίας γνῶσις καὶ διδασκαλία, ἵνα καὶ χλευαστικῶς εἴπω, ὅτι »ἀπέστειλέ με κύριος τούτου τοῦ πόνου καὶ τῆς συνθήκης καὶ τῆς ἐπαγγελίας αἱρετιστὴν μηνυτὴν ἑρμηνευτήν, ἡναγκασμένον, θέλοντα καὶ μὴ θέλοντνα, γνωθεῖν γνῶσιν θεοῦ«. σκοπήσωμεν οὖν τῆς ἡμῶν ζωῆς τὴν εὐσταθῆ βα΄σιν καὶ τὴν ὁδὸν τοῦ φωτός, ὦ ἀγαπητοίκ, καὶ μὴ σφαλῶμεν διὰ τῶν λόγβν τοῦ δι᾿ ἐναντίας καὶ τοῦ βοσκήματος τοῦ ἀλλοτρίου πνεύματος. ὅρα γὰρ ἐνταῦθα τ[ον οὕτω λαλήσαντα, ἡναγκασμένονν ἑαυτ[ον ἀποφήναντα, οὐχ ἑκουσίᾳ γνώμῃ. ὁ δὲ κύριος ἡμῶν οὐκ ἄχων ἦλθεν εἰς τὸν κόσμον οὐδὲ μετὰ ἀνάγκης ὑπὸ πατρὸς ἀπεστάλη, ἀλλὰ ἅμα σὺν πατρὶ ἔχων τ[ο θέλειν καὶ σὺν ἁγίῳ πνεύματι τὸ παρέχειν· καὶ ὡς αὐτὸς ἅμα σὺν πατρὶ τὸ θέλειν ἔχει καὶ τὸ οὐχὶ μετὰ ἀνάγκης καὶ τὴν χάριν πὰσι διδόναι, ἀλλὰ δι᾿ ὑπερβολὴν φιλανθρωπίας, οὕτω καὶ οὓς ἐκάλεσε μετὰ προαιρε΄σεως κέκληκεν, οὐκ ἀνάγκην ἐπιβάλλων, οὐ κλοιὸν ἐπιτιθέμενος. φάσκει γὰρ ὅτι »οἱ διψῶντες ἔλθατε πρὸς με« καὶ πάλιν »εἴ τις θέλει ἔρχεσθαι πρὸς με, ἀρνησάσθω ἑαυτὸνν καὶ ἀκολουθείτω μοι« καὶ διὰ Ἠσαΐου τὸ αὐτὸ φθργγόμενος ἔλεγεν »ἐὰν θέλητε καὶ εἰσακούσητέ μου« καὶ ὕστερον, ἵνα δείξῃ ὁ προξήτης [ὅτι] τὶς ἐστιν ὁ λέγων, ἔφη »τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα«. καὶ ὁρᾷς κατὰ πάντα τρόπον τὴν πρὸς τὸ θεῖον γράμμα τούτων διαφωνίάν καὶ τὴν ἀλλοίαν ὑπόνοιάν τε καὶ ὑπόληψιν παρὰ τὴ τοῦ θεοῦ πίστιν καὶ ἀκολουθίαν; καὶ γὰρ καὶ Μαξίμιλλα τοὺς θέλοντνας καὶ μὴ θέλοντας ἔλεγεν ἀναγκάζειν, ὡς καὶ ἐξ αὐτοῦ τοῦ ῥητοῦ ψεύσεται ἡ τοιαύτη. οὔτε γὰρ θέλοντας ἐδίδαξε γνῶσιν θεοῦ̣ ἣν οὐκ ᾔδει οὐδὲ τοὺς μὴ θέλοντας ἠνάγκασεν. αὐτίκα <γοῦν> οὐ πάντες οἱ ἐν τῷ κόσμῳ οἴδασι τί ἔστιν ὄνομα Μαξιμίλλης οὐδὲ τῶν αὐτῆς λόγων τὸ παράφθεγμα. και κατὰ πάντα τρόπον διέπεσεν ἡ τούτων πεπλανημένη ἐπίνοια, οὐκ οὖσα τῆς τοῦ θεοῦ ἀληθείας.