Ancient Greek
25.7 to 25.10
Epiphanius, Panarion (Adversus haereses) 25.7-10
Not analysed yet
Τρία δὲ γένη ἀνθρώπων οὕτως δεδειχέναι διδασκουσιν αὐτόν. τὸ μὲν ὑλικὸν ἐν τῷ ἀποκριθῆναι τῷ λέγοντι. ἀκολουθήσω σοι »οὐκ ἔχι ὁ υἱὸς τοῦ ἀνθρώπου ποῦ τὴν κεφαλὴν κλίνῃ«. τὸ Τε δὲ ψυχικὸν ἐν τῷ εἰρη- κέναι τῷ εἰπόντι· ἀκολουθήσω σοι, ἐπίτρεψον δέ μοι τοῖς οἰκείοις »οὐδεὶς ἐπ᾿ ἄροτρον τὴν χεῖρα ἐπιβαλὼν καὶ εἰς τὰ βλέπων εὔθετός ἐστιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν« τοῦτον γὰρ λέγουσι τῶν μέσων εἶναι· κἀκεῖνον δὲ ὡσαύτως τὸν τὰ πλεῖστα μέρη τῆς δικαιοσύνης ὁμολογήσαντα πεποιηκέναι, ἔπειτα μὴ θελήσαντα ἀκολουθῆσαι. ἀλλὰ υπὸ πλούτου ἠττηθέντα πρὸς τὸ μὴ τέλειον γενέσθαι, καὶ τοῦτον ψυχικοῦ γένους γεγονέναι θέλουσι)· τὸ δὲ πνευματικὸν ἐν τῷ εἰπεῖν »ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ πορευθεὶς βασιλείαν τοῦ θεοῦ«, καὶ ἐπὶ Ζακχαίου τοῦ τελώνου εἰπών »σπεύσας κατάβηθι, ὅτι σήμερον ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι«· τούτους γένους καταγγέλλουσι γεγονέναι. καὶ τὴν τῆς ζύμης παραβολὴν, ἣν ἡ γυνὴ ἐγκεκρυφέναι λέγεται εἰς ἀλεύρου σάτα τρία, τὰ τρία γένη δηλοῦν λέγουσι. γεναῖκα μὲν γὰρ τὴν Σοφίαν λέγεσθαι διδάσκουσιν. ἀλεύρου δὲ σάτα τρία τὰ τρία γένη τῶν ἀνθρώπων, πνευματικὸν ψυχικὸν χοϊκόν. ζύμην Τε αὐτὸν τὸν σωτῆρα εἰρῆσθαι διδάσκουσι.