Ancient Greek
κατὰ τῆς αἱρέσεως τῆς μὴ δεχομένης τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ τὴν αὐτοῦ Ἀποκάλυψιν λݲαݲ, τῆς δὲ ἀκολουθίας νݲαݲ., Chapter 29
Epiphanius, Panarion (Adversus haereses) 29
Not analysed yet
29. Εὑρήκαμεν γὰρ καὶ ἐμφερόμενόν που <ἐν> τοῖς λόγοις τούτοις γεγραμμένον ὅτι ὁ ἐκ τοῦ θεοῦ Λόγος [τοῦ θεοῦ] ἐγεννήθη περὶ τὸ τεσσαραδοστὸν ἔτος Αὐγούστου, ὅπερ λέληθε τ[ον γρα΄φαντα, ἢ τῆς διὰ τοῦ βῆτα φήφου ἀπαλειφθείσης καὶ τοῦ μῦ μόνον παραμεμενηκότος μ ἐποίησε μόνα ἔτη· τῷ γὰρ τεσσαρακοστῷ δευτέρῳ ἔτει Αὐγούστου ἐγεννήθη. φάσκει δὲ ὅτι πρὸ δεκαδύο καλανδῶν Ἰουλίων ἢ Ἰουνίων (οὐκ ἔχω λέγειν) ἐν ὑπατείᾳ Σουλπικίου Καμμαρίνου †Βεττέῳ Πομπηιανῷ ὑπάτοις <συνελήφθη>· <καὶ> τοῦτο δὲ ἐσκόπησα, ὅτι οἱ εἰπόντες τὴν ἡμέραν τῆς συλλήφεως καὶ ὡς εὐηγγελίσατο ὁ Γαβριὴλ τὴν παρθένον, εἶπαν <τοῦτο διὰ> τὴν ὑπόνοιαν [τῶν] τινῶν †λεγόντων ἐν παραδόσει ὡς ὅτι διὰ ἑπτὰ μηνῶν ἐγεννήθη. εὑρήκαμεν γὰρ ἀπὸ τούτου τοῦ †προπόσωνν ἕως ἑνδεκάτης Τθβὶ καὶ πρὸ ὀκτὼ εἰδῶν Ἰανουαρίων, ὅτε ἀληθὼς τὰ θεοφάνεια ἐγένετο καὶ ἐγεννήθη, ἑπτὰ μηνῶν χρόνον κατὰ τὸν σεληνιακὸν δρόμον παρὰ ἡμέρας τέσσαρας. ὥστε οὖν εἰ εὕροις ἐνν παρασημειώσεσί που <ταῦτα> γεγραμμένα, μὴ σφάλλου περὶ τὴν εἴδησιν. τῷ μὲν γὰρ ὄντι ἡ βεβαία γέννησις τοῦ Χριστοῦ Τυβὶ ἑνδεκάτη ἐστί. τινὲς δὲ φασιν ὡς δέκα μῆνας ἐνεκυμονήθη παρὰ ἡμέρας ιݲδݲ καὶ ὥρας ὀκτώ, ὡς εἶναι ἐννέα μῆνας καὶ ἡμέρας δεκαπέντε καὶ ὥρας τέσσαρας, αἰνιττόμενοι τὸ παρὰ τῷ Σολομῶντι εἰρημένον »δεκαμηνιαίῳ χρόνῳ παγεὶς ἐν αἵματι«. ὅμως ἐκ πανταχόθεν <δέδεικται ὅτι τῇ> ἑνδεκάτῃ Τυβὶ κατ᾿ Αἰγυπτίους ἡ προειρημένη τοῦ κυρίου ἔνσαρκος γέννησις ἐγένετο. καὶ περὶ αὐτὴν τὴν ἑνδεκάτην μετά ἔτη τριάκοντα γέγονε τὸ πρῶτον σημεῖον ἐν κανᾷ τῆς Γαλλιλαίας, ὅτι τὸ ὕδωρ οἶνος ἐγένετο.