Ancient Greek
Κατὰ Ἀπελληϊανῶν κݲδݲ, τῆς δὲ ἀκολουθίας μݲδݲ., Chapter 3
Epiphanius, Panarion (Adversus haereses) 3-9
Not analysed yet
3. Καὶ ὧ πολλῆς δραματουργίας τῶν τὰ τοιαῦτα λεγόντων, ὡς παντί τῳ σαφὲς εἴη μίμων μᾶλλον ἐργαστήριον ἤπερ ἐπαγγελίας ζωῆς ἢ συνέσεως χαρακτῆρα κεκτημένων. εἰ γὰρ ὄλως ἔλυεν αὐτὸ τὸ σῶμα ὅπερ εἴληφε, τίνι τῷ λόγῳ ἀπ’ ἀρχῆς αὐτὸ ἑαυτῷ κατεσκεύαζεν; εἰ δὲ κατεσκεύαζε διά τινα χρῆσιν, ἀπετέλεσε δὲ τὸ ἔργον τῆς χρήσεως, ἔδει καταλεῖψαι αὐτὸ ἐν τῇ γῇ, μάλιστα καθ’ ὑμᾶς <τοῦ> τῆς κατὰ τὴν ἀνάστασιν τῆς σαρκὸς ἐλπίδος εἴδους μὴ χρείαν ἔχοντος τελειωθῆναι. ἀλλὰ ἀνέστησεν αὐτὸ πάλιν, ἵνα εἰς κάματον ἑαυτὸν μείζονα ἐμβάλοι, ἵνα μηδὲν ὠφελήσῃ, κατασκευάζων καὶ ἐν μνήματι ἀποτιθέμενος καὶ διαλύων καὶ μερίζων ἑκάστῳ τῶν στοιχείων ὅπερ παρ’ αὐτοῦ εἴληφεν, ὡς εὐγνώμων χρεωφειλέτης. καὶ εἰ ὅλως ἑκάστῳ <τὸ ἴδιον> ἀπεδίδου, τούτέστιν τὸ ψυχρὸν τῷ ψυχρῷ καὶ τὸ θερμὸν τῷ θερμῷ, ἠδύνατο ταῦτα μὴ ὁρᾶσθαι τοῖς μαθηταὶς τοῖς αὐτοῦ, ἀλλ᾿ οὐ μὴν τὸ σῶμα τὸ ξηρόν. πάντως γὰρ τὸ ξηρὸν σῶμά ἐστι, σὰρξ καὶ ὀστέα, καὶ τὸ ὑγρὸν πάντως ἐχῶρές εἰσι καὶ σὰρξ εἰς ὐγρότητα διαλυομένη· ἅτινα πάντως τοῖς ἀποστόλοις φανερώτατα ἀποτιθέμενος ἐσήμανεν, ὡς καὶ τὸ πρὼτον ὅτε ἐθάπτετο τὸ αὐτοῦ σῶμα κατηξιοῦτο Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας ἐντυλίξαι αὐτὸ ἐν σινδόνι καὶ ἀποθέσθαι ἐν μνήματι. ἅμα δὲ καὶ αἱ γυναῖκες εἶχον ἰδεῖν ποῦ κατελείξθη τὰ λείψανα, ἵνα αὐτὰ τιμήσωσι διὰ μύρων καὶ ἀρωμάτων, ὡς τὸ πρῶτον. ἀλλ᾿ οὐδαμοῦ τὸ ψεῦδος ὑμῶν τοῦτο δεδ; λωται, ὦ Ἀπελληιανοί, ἀπὸ ἑνὸς τῶν ἁγίων ἀποστόλων· οὐ γὰρ ἔστιν. ἀλλὰ τοὺς μὲν ἀοράτους ὁρατῶς εἶδον δύο ἄνδρας καὶ αὐτὸν εἰς οὐρανὸν ἀνερχόμενον καὶ ὑπὸ νεφέλης φωτεινῆς ὑπολαμβανίμενον, λείψανον δὲ αὐτοοῦ οὐδαμοῦ καταλελειμμένον· οὐ γὰρ ἐχρῆν οὐδὲ ἐνεδέχετο. καὶ ψεύδεται Ἀπελλῆς καὶ οἱ ἀπ᾿ αὐτοῦ Ἀπελληιανοί.