Ancient Greek
3.2 to 3.5
Epiphanius, Panarion (Adversus haereses) 3.2-8-5
Not analysed yet
δῆθεν ἑαυτοὺς ἐξαπατῶντες πρὸς πληροφορίαν τῆς τετυφλωμένης αὐτῶν διανοίας, ὅτε αἱ τοιαῦτα ἐγχειρήσασαι <ψυχαί> κατιοχύσασαι διὰ τῶν τοιούτων πράξεων καταφρονήσασαι τῶν κοσμοποιῶν ἀγγέλων καὶ τῶν ἐν τῷ κόσμῳ, ὑπερβαίνουσι τὴν τῶν αὐτῶν μυθοποιῶν (οὐ γὰρ ἄν εἴποιμι κοσμοποιῶν) ἐξουσίαν, ὅπως ἂν τὴν ἄνω ἐλευθερίαν ἀσπάσωνται καὶ τὴν ἄνω πτῆσιν κτήσαιντο. εἰσὶ δὲ ἐκ τοῦ Σατανᾶ παρεσκευασμένοι καὶ προβεβλημένοι εἰς ὄνειδος καὶ σκάνδαλον τῆς τοῦ θεοῦ ἐκκλησίας. ἐπέθεντο γὰρ ἑαυτοῖς ἐπίκλην Χριστιανοί, τοῦτο τοῦ Σατανᾶ παρασκευάσαντος πρὸς τὸ σκανδαλίζεσθαι τὰ ἔθνη δι᾿ αὐτῶν καὶ ἀποστρέφεσθαι τὴν τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὠφέλειαν καὶ τὸ ἀληθινὸν κήρυγμα διὰ τὰς ἐκείνων ἀθεμιτουργίας καὶ ἀνηκέστου<ς> κακοπραγίας, εἰς τὸ τὰ ἔθνη κατανοοῦντα αὐτῶν τὰ ἐπάλληλα ἔργα τῶν ἀθεμιτουργιῶν, νομiσαντα καὶ τοὺς τῆς ἁrίας τοῦ θεοῦ ἐκκλησίας τοιούτους εἶναι, ἀποστρέφειν ὡς καὶ προεῖπον τὴν ἀκοὴν ἀπὸ τῆς τοῦ θεοῦ κατὰ ἀλήθειαν διδασκαλίας ἢ καὶ ὁρῶντά τινας *πάντας <ἡμᾶς> ὁμοίως βλασφημεῖν. καὶ τούτου ἕνεκα οἱ πλείους τῶν ἐθνῶν ὅπου δἂν ἴδωσι τοιούτους οὔτε ἐπὶ κοινωνίᾳ ἡμῖν προσφέρονται ληφοδοσίας ἢ γνώμης ἢ ἀκοῆς λόγου θείου οὔτε τὴν ἀκοὴν ἐντιθέασιν, ἐπτυρμένοι ἀπὸ τῆς τῶν ἀθεμίτων ἀνοσιουργίας.