Ancient Greek
4.1 to 4.3
Epiphanius, Panarion (Adversus haereses) 4.1-9-3
Not analysed yet
4. Εἰσὶ δὲ ἐν ἀσωτίᾳ διατελοῦντες οὗτοι καὶ πᾶν ὁτιοῦν ἐργαζόμενοι πρὸς εὐπάθειαν σωμάτων, ἡμῖν δὲ ὅλως οὐ προσεγγίζοντες, εἰ μή τι ἂν πρὸς τὸ δελεάσαι ψυχὰς ἀστηρίκτους τῇ αὐτῶν κακοδιδασκαλίᾳ. εἰς οὐδὲν γὰρ ἡμῖν ὁμοιοῦνται ἢ μόνον ὀνόματι καλεῖσθαι σεμνύνονται, ὅπως διὰ τοῦ ὀνόματος τὸ ἐπίπλαστον τῆς ἑαυτῶν κακίας θηράσωνται. »τὸ δὲ κρίμα τούτων᾿ κατὰ τὸ γεγραμμένον »ἔνδικόν ἐστιν«, ὡς ὁ ἅγιος ἀπόστολος Παῦλος ἔφη· διὰ γὰρ τὰς κακὰς αὐτῶν πράξεις τὸ ἀνταπόδομα ἀποδοθήσεται αὐτοῖς. ἀδεῶς γὰρ τὸν νοῦν αὐτῶν εἰς οἶστρον ἐκδεδωκότες πάθεσιν ἡδονῶν μυρίων ἑαυτοὺς παραδεδώκασι. φασὶ γὰρ ὅτι ὅσα νομίζεται παρὰ ἐνθρώποις κακὰ εἶναι οὐ κακὰ ὑπάρχει, ἁλλὰ φύσει καλά οὐδὲν γάρ ἐστι φύσει κακόν), τοῖς δὲ ἀνθρώποις νομίζεται εἶναι φαῦλα.