Ancient Greek
Κατὰ Σαμαρειτῶν, ἀπὸ Ἑλληνισμοῦ αἱρέσεως ݲ, τῆς δὲ ἀκολουθίας ݲ., Chapter 5
Epiphanius, Panarion (Adversus haereses) 5-2
Not analysed yet
5. καὶ δέδια πάλιν μὴ εἰς μῆκος ἐλάσω τὴν τοῦ ζητήματος ἐπίλυσιν. ἀφ᾿ ἑνὸς δὲ ἢ δευτέρου λόγου δοθήσεται τῷ σοφῷ τὸ σοφισθῆναι ἐν κυρίῳ κατὰ τῶν δι᾿ ἐναντίας. εἰ δὲ καὶ περὶ τοῦ πνεύματος ἔσται μοι ἐν ἐπιτομῇ τὸ λέγειν, οὐκ ὀκνήσαιμι ἄν. διαρρήδην τοίνυν εὐθὺς ὁ κύριος λέγει τῷ Μωυσῇ »ἀνάγαγέ μοι εἰς τὸ ὄρος ἑβδομήκοντα πρεσβυτέρους, καὶ λήψομαι ἀπὸ τοῦ ἐπὶ σοὶ πνεύματος καὶ ἐκχεῶ ἐπ᾿ αὐτοὺς καὶ ἀντιλήψονταί σου«. περὶ δὲ τοῦ υἱοῦ ὅπως γνῶμεν, <ὁ> πατὴρ λέγει »ποιήσωμεν ἄνθρωπον εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν«· τὸ δὲ »ποιήσωμεν« οὐχ ἑνός ἐστι σημαντικόν, καί »ἔβρεξε κύριος ἐπὶ Σόδομα καὶ Γόμορρα πῦρ καὶ θεῖον παρὰ κυρίου ἀπ’ οὐρανοῦ«. περὶ δὲ προφητῶν *,ἐπειδὴ ἔφθη αὐτοῖς δοθῆναι >ἡ πεντάτευχος καὶ οὐκέτι ἄλλαι γραφαί, ἐστοί- χησάν <τε> μόνῃ τῇ πεντατεύχῳ καὶ οὐχὶ τῇ ἀκολουθίᾳ. κἄν τε αὐτοῖς εἴπῃ τις νυνὶ περὶ τῶν ἄλλων, φημὶ δὲ περὶ Δαυὶδ καὶ Ἠσαΐα καὶ τῶν καθεξῆς, οὐ παραδέχονται, κατεχόμενοι παραδόσει τῇ προαχθείσῃ παρ᾿ αὐτοῖς ἀπὸ τῶν ἰδίων πατέρων. καὶ ἕως ὡδε ἔστω μοι ἡ περὶ Σαμαρειτῶν ὑφήγησις, ἐν βραχεῖ μὲν τῷ λόγῳ εἰρημένη, δι’ ὃν προορῶμεν φόβον μὴ ἐκτεῖναι εἰς πλάτος τὴν ὑπόσχεσιν τῆς συντάξεως.