Ancient Greek
Κατὰ Ἀρχοντικῶν κݲ, τῆς δὲ ἀκολουθίας μݲ., Chapter 7
Epiphanius, Panarion (Adversus haereses) 7.9-2
Not analysed yet
καὶ εἰ ἀλλότριός ἐστι τοῦ ἄνω παρ᾿ αὐτοῖς λεγομένου θεοῦ καὶ οὐκ αὐτός ἐστιν ὁ θεὸς ὁ παντοκράτωρ, ὁ βασιλεὺς καὶ κύριος ἡμῶν, ὁ ἐν νόμῳ καὶ ἐν προφήταις καὶ ἐν εὐαγγελίοις καὶ ἀποστόλοις >αὐτὸς θεὸς κύριος, πατὴρ δὲ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πῶς αὐτὸς σαφῶς ἡμᾶς διδάσκει ὁ κύριος ἐν εὐαγγελίῳ λέγων »εὐχαριστῶ σοι, πάτερ, κύριε οὐρανοῦ καὶ γῆς«. ἵνα δείξῃ τὸν αὐτοῦ πατέρα θεὸν τῶν πάντων.