Ancient Greek
Fragment 10
Epiphanius, Tractatus contra eos qui imagines faciunt (fragmenta) 10
Not analysed yet
ἀλλ' οὐδὲ οἱ ἀπόστολοι ἠθέλησαν προσκυνεῖσθαι. καὶ γὰρ ὅτε εὐαγγελίζεσθαι ἀπεστάλησαν, ἑαυτοὺς προσκυνεῖσθαι οὐκ ἤθελον, ἀλλὰ τὸν αὐτοὺς ἀποστείλαντα Χριστόν. ὁ γὰρ ἐξουσίαν παρ' αὐτοῦ λαβὼν δεσμεύειν καὶ λύειν ἐπὶ γῆς καὶ οὐρανοῦ, ἔλεγε Κορνηλίῳ ὅτι „ὁμοιοπαθής εἰμι κατὰ σὲ ἄνθρωπος“, καὶ ἐδίδασκε μὴ ἑαυτὸν προσκυνεῖσθαι ἀλλὰ τὸν σωτῆρα Χριστόν.