Ancient Greek
Fragment 11
Epiphanius, Tractatus contra eos qui imagines faciunt (fragmenta) 11
Not analysed yet
περὶ δὲ τῶν ἀγγέλων οἱ πατέρες οἱ ἐν Λαοδικείᾳ συνελθόντες— πάντως γὰρ ὅτι διὰ τοιαύτην ὑπόθεσιν συνήχθησαν—λέγουσιν· „εἴ τις ἐγκαταλείπει τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ἀγγέλους ὀνομάζει, ἀνάθεμα ἔστω· ὅτι ἐγκατέλιπε τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ εἰδωλολατρείᾳ προσελήλυθε“.