Ancient Greek · ~3 min
Play Mel
Eriphus Comic., Fragmenta 1
Not analysed yet
Καὶ περὶ μὲν ὄψου γ' ἠλίθιον τὸ καὶ λέγειν,
ὥσπερ πρὸς ἀπλήστους. ἀλλὰ ταυτὶ λάμβανε
παρθένε τὰ μῆλα. Β. καλάγε. Α. καλὰ δῆτ' ὦ θεοί.
νεωστὶ γὰρ τὸ σπέρμα τοῦτ' ἀφιγμένον
εἰς τὰς Ἀθήνας ἐστὶ παρὰ τοῦ βασιλέως.
Β. παρ' Ἑσπερίδων ᾤμην γε. Γ. νὴ τὴν Ἄρτεμιν,
φησὶν τὰ χρυσᾶ μῆλα ταῦτ' εἶναι. Β. τρία
μόνον ἐστίν. Α. ὀλίγον τὸ καλόν ἐστι πανταχοῦ
καὶ τίμιον. Β. τούτων μὲν ὀβολόν, εἰ πολύ,
τίθημι. λογιοῦμαι γάρ. Α. αὗται δὲ ῥόαι.
Β. ὡς εὐγενεῖς. Α. τὴν γὰρ Ἀφροδίτην ἐν Κύπρῳ
δένδρον φυτεῦσαι τοῦτό φασιν ἓν μόνον.
Β. βέρβεια πολυτίμητε. κᾆτα τρεῖς μόνας
καὶ τάσδ' ἐκόμισας; Α. οὐ γὰρ εἶχον πλείονας.