Ancient Greek · ~1 min
Play Mel, lines 2-4
Eriphus Comic., Fragmenta 2-4
Not analysed yet
Ὠιὰ λευκά γε
καὶ μεγάλα· χήνει' ἐστίν, ὥς γ' ἐμοὶ δοκεῖ.
οὗτος δέ φησι ταῦτα τὴν Λήδαν τεκεῖν.
Ταῦτα γὰρ οἱ πένητες οὐκ ἔχοντες ἀγοράσαι
ὑπογάστριον θύννακος, οὐδὲ κρανίον
λάβρακος, οὐδὲ γόγγρον, οὐδὲ σηπίας,
ἃς οὐδὲ μάκαρας ὑπερορᾶν οἶμαι θεούς.
Ἐκπεπίῃ δέκας πρὶν ἀγαθοῦ πρῶτον δαίμονος λαβεῖν,
πρὶν Διὸς σωτῆρος.