Ancient Greek
α΄.
Euclid, Optica α΄.
Not analysed yet
Οὐδὲν τῶν ὁρωμένων ἅμα ὅλον ὁρᾶται. ἔστω γὰρ ὁρώμενόν τι τὸ Α∠, ὄμμα δὲ ἔστω τὸ Β, ἀφʼ οὗ προσπιπτέτωσαν ὄψεις αἱ ΒΑ, ΒΓ ΒΚ, Β∠. οὐκοῦν, ἐπεὶ ἐν διαστήματι φέρονται αἱ προσπίπτουσαι ὄψεις, οὐκ ἂν προσπίπτοιεν συνεχεῖς πρὸς τὸ Α∠· ὥστε γένοιντο ἂν καὶ κατὰ τὸ Α∠ διαστήματα, πρὸς ἃ αἰ ὄψεις οὐ προσπεσοῦνται. οὐκ ἄρα ὀφθήσεται ὅλον ἅμα τὸ ΑΔ∠. δοκεῖ δὲ ὁρᾶσθαι ἅμα τῶν ὄψεων ταχὺ παραφερομένων.