Ancient Greek
β΄.
Euclid, Optica β΄.
Not analysed yet
Τῶν ἴσων μεγεθῶν ἐν διαστήματι κειμένων τὰ ἔγγιον κείμενα ἀκριβέστερον ὁρᾶται. ἔστω ὄμμα μὲν τὸ Β, ὁρώμενα δὲ τὸ Γ∠ καὶ τὸ ΚΛ, χρὴ δὲ νοεῖν αὐτὰ ἴσα καὶ παράλληλα, ἔγγιον δὲ ἔστω τὸ Γ∠, καὶ προσπιπτέτωσαν ὄψεις αἱ ΒΓ, Β∠, ΒΚ, ΒΛ. οὐ γὰρ ἄμ εἴποιμ, ὡς αἱ ἀπὸ τοῦ ὄμματος πρὸς τὸ ΚΛ προσπίπτουσαι ὄψεις διὰ τῶν Γ, ∠σημείων ἐλεύσονται. ἢ γὰρ τριγώνου τοῦ Β∠ΛΚΓΒ ἡ Κ Λ μείζων ἄν ἦν τῆς Γ∠ ὑπόκειται δὲ καὶ ἴση. οὐκοῦν τὸ Γ∠ ὑπὸ πλειόνων ὄψεων ὁρᾶται ἤπερ τὸ ΚΛ. ἀκριβέστερον ἄρα φανήσεται τὸ Γ∠ τοῦ ΚΛ· τὰ γὰρ ὑπὸ πλειόνων γωνιῶν ὁρώμενα ἀκριβέστερον φαίνεται.