Ancient Greek
ε΄.
Euclid, Optica ε΄.
Not analysed yet
Τὰ ἴσα μεγέθη ἄνισον διεστηκότα ἄνισα φαίνεται, καὶ μεῖζον ἀεὶ τὸ ἔγγιον κείμενον τοῦ ὄμματος. ἔστω δύο ἴσα μεγέθη τὰ ΑΒ, Γ∠, ὄμμα δὲ ἔστω τὸ Ε, ἀφʼ οὗ ἄνισον διεστηκέτω, καὶ ἔστω ἔγγιον τὸ ΑΒ. λέγω, ὅτι μεῖζον φανήσεται τὸ ΑΒ. προσπιπτέτωσαν ἀκτῖνες αἱ ΑΕ, ΕΒ, ΚΓ, Ε∠. ἐπεὶ οὖν τὰ ὑπὸ μειζόνων γωνιῶν ὁρώμενα μείζονα φαίνεται, μείζων δὲ γωνία ἡ ὑπὸ ΑΕΒ τῆς ὑπὸ ΓΕ∠, μείζων ἄρα φανήσεται καὶ ἡ ΑΒ τῆς Γ∠.