Ancient Greek · ~2 min
α΄.
Euclid, Opticorum recensio Theonis α΄.
Not analysed yet
Οὐδὲν τῶν ὁρωμένων ἅμα ὅλον ὁρᾶται. ἔστω γὰρ ὁρώμενόν τι τὸ Α∠, ὄμμα δὲ ἔστω τὸ Β, ἀφʼ οὗ προσπιπτέτωσαν ὄψεις αἱ ΒΑ, ΒΓ, ΒΚ, Β∠. οὐκοῦν ἐπεὶ ἐν διαστήματι φέρονται αἱ προσπίπτουσαι ὄψεις, οὐκ ἂν προσπίπτοιεν συνεχεῖς πρὸς τὸ Α∠. ὥστε γένοιτο ἂν καὶ κατὰ τὸ Α∠ διαστήματα, πρὸς αἰ ὄψεις οὐ προσπεσοῦνται. οὐκ ἄρα ὀφθήσεται ἅμα ὅλον τὸ Α∠. δοκεῖ δὲ ὁρᾶσθαι ἅμα τῶν ὄψεων ταχὺ παραφερομένων.