Ancient Greek
β΄.
Euclid, Opticorum recensio Theonis β΄.
Not analysed yet
Τῶν ἵσων μεγεθῶν ἐν διαστήματι κειμένων τὰ ἔγγιον κείμενα ἀκριβέστερον ὁρᾶται. ἔστω ὄμμα μὲν τὸ Β, ὁρώμενον δὲ τὸ Γ∠ καὶ τὸ Κ Λ· χρὴ δὲ νοεῖν αὐτὰ ἴσα καὶ παράλληλα, ἔγγιον δὲ ἔστω τὸ Γ∠· καὶ προσπιπτέτωσαν ὄψεις ὡς αἱ Β Β∠, Β Κ, ΒΛ. οὐ γὰρ ἄν εἴποιμεν, ὡς αἱ ἀπὸ τοῦ Β ὄμματος πρὸς τὸ Κ Λ προσπίπτουσαι ὄψεις διὰ τῶν Γ, ∠σημείων ἐλεύσονται. ἢ γὰρ ἂν τριγώνου τοῦ Β∠ΛΚΒ ἡ Κ Λ μείζων ἄν ἦν τῆς Γ∠· ὑπόκειται δὲ καὶ ἴση. οὐκοῦν τὸ ὑπὸ πλειόνων ὄψεων ὁρᾶται ἤπερ τὸ Κ Λ. ἀκριβέστερον ἄρα φανήσεται τὸ Γ∠ τοῦ ΚΛ.