Ancient Greek · ~3 min
μα΄.
Euclid, Opticorum recensio Theonis μα΄.
Not analysed yet
Ἔστι τις τόπος, οὗ τοῦ ὄμματος μένοντος, τοῦ δὲ ὁρωμένου μεθισταμένου, ἴσον ἀεὶ τὸ ὁρώμενον φαίνεται. ἔστω γὰρ ὁρώμενον μὲν τὸ ΒΓ. ὄμμα δὲ τὸ Ζ, ἀφʼ οὗ προσπιπτέτωσαν ἀκτῖνες αἱ ΖΓ, ΖΒ, καὶ περιειλήξθω τὸ ΖΒΓ τρίγωνον κύκλῳ τῷ ∠Β Ζ. λέγω, ὅτι τὸ ΒΓ μεθιστάμενον ἐπὶ τῆς τοῦ γραφέντος κύκλου περιφερείας ἴσον ἀεὶ ὁραθήσεται. μετακείσθω γὰρ τὸ ΒΓ ἐπὶ τοῦ Γ∠, καὶ ἐπεζεύχθω ἡ ∠Ζ. οὐκοῦν ἴση ἐστὶν ἡ ΒΓ περιφέρεια τῇ Γ∠ περιφερείᾳ. ἴση ἄρα καὶ ἡ ἔ γωνία τῇ Σ γωνίᾳ. τὰ δὲ ὑπὸ ἴσων γωνιῶν ὁρώμενα ἴσα φαίνεται. ἴσον ἄρα φαίνεται τὸ ΒΓ τῷ Γ∠.