Ancient Greek · ~3 min
μθ΄.
Euclid, Opticorum recensio Theonis μθ΄.
Not analysed yet
Τῶν ἴσῳ τάχει φερομένων καὶ ἐπὶ τῆς αὐτῆς εὐθείας ὄντων προσιόντων μὲν πρὸς τὸ ὄμμα τὸ τελευταῖον προηγεῖσθαι δόξει, παραλλαξάντων δὲ τὸ μὲν προηρούμενον ἐπακολουθεῖν, τὸ δὲ ἐπακολουθοῦν προηγεῖσθαι δόξει. φερέσθω γὰρ ἰσοταχῶς τὰ ΒΓ ∠Ζ Κ Λ, καὶ ἀπὸ τοῦ Μ ὄμματος προσπιπτέτωσαν ἀκτῖνες αἱ ΜΓ, ΜΖ. ΜΛ. οὐκοῦν μετεωροτάτη ἐστὶ καὶ δεξιωτέρα τῶν ἀπὸ τοῦ ὄμματος ἀκτίνων προσπιπτουσῶν ἡ Μ τὸ ἄρα Β δόξει προηγεῖσθαι. παραλλαξάντων δὲ τῶν Β ∠Ζ, Κ Λ καὶ ἐπὶ τῶν ΝΞ, ΠΡ ΣΤ γενομένων προσπιπτέτωσαν ἀκτῖνες αἱ ΜΝ ΜΠ, ΜΣ. οὐκοῦν πασῶν τῶν ἀπὸ τοῦ ὄμματος ἀκτίνων προσπιπτουσῶν δεξιωτέρα τέρα ἐστὶν ἡ ΜΣ, ἀριστερὰ δὲ μᾶλλον ἡ ΜΝ· ὥστε καὶ τὸ μὲν ΣΤ προηγεῖσθαι δόξει, ἐπακολουθεῖν δὲ τὸ ΝΞ. τὸ μὲν ἄρα ΒΓ προηγούμενον ἐπὶ τοῦ ΝΞ γενόμενον δόξει ἐπακολουθεῖν, τὸ δὲ ΛΚ ἐπακολουθοῦ ἐπὶ τοῦ ΣΤ γενόμενον δόξει προηγεῖσθαι.