Ancient Greek · ~2 min
μη΄.
Euclid, Opticorum recensio Theonis μη΄.
Not analysed yet
Εὑρεῖν τόπους, ἀφʼ ὦν τὸ ἴσον μέγεθος ἥμισυ φανεῖται ἢ τέταρτον μέρος καὶ καθόλου ἐν τῷ δοθέντι λόγῳ, ἐν ᾧ καὶ ἡ γωνία τέμνεται. ἔστω γὰρ εὐθεῖα ἡ Λ Ζ, καὶ περὶ τὴν ΛΖ γεγράφθω τμῆμα τυχόν, καὶ ἐγγεγράφθω εἰς αὐτὸ γωνία, ἡ Κ, τῇ δὲ ΛΖ ἴση ἔστω ἡ ΒΓ, καὶ περὶ τὴν ΒΓ περιγεγράφθω τμῆμα, ὃ δέξεται τὴν τῆς Κ γωνίας ἡμίσειαν. οὐκοῦν ἡ Κ γωνία διπλασία ἐστὶ τῆς ∠γωνίας. διπλασία ἄρα φαίνεται ἡ Λ Ζ τῆς ΒΓ τῶν ὀμμάτων ἐπὶ τῶν ΛΚΖ, Β∠Γ περιφερειῶν κειμένων.