Ancient Greek · ~1 min
να΄.
Euclid, Opticorum recensio Theonis να΄.
Not analysed yet
Ἐάν τινων φερομένων διαφαίνηταί τι μὴ φερόμενον, δόξει τὸ μὴ φερόμενον εἰς τοὐναντίον φέρεσθαι. φερέσθω γὰρ τὰ Β, ∠,μενέτω δὲ τὸ Γ, καὶ ἀπὸ τοῦ Ζ ὄμματος προσπιπτέτωσαν ἀκτῖνες αἱ ΖΒ, ΖΓ Ζ∠. οὐκοῦν τὸ μὲν Β φερόμενον ἔγγιον ἔσται τοῦ Γ τὸ δὲ ∠ἀποχωροῦν πορρώτερον. ὥστε δόξει τὸ Γ εἰς τοὐναντίον φέρεσθαι.