Ancient Greek · ~2 min
νβ΄.
Euclid, Opticorum recensio Theonis νβ΄.
Not analysed yet
Τοῦ ὄμματος ἔγγιον τοῦ ὁρωμένου προσιόντος δόξει τὸ ὁρώμενον ηὐξῆσθαι. ὁράσθω γὰρ τὸ ΒΓ τοῦ ὄμματος ἐπὶ τοῦ Ζ κειμένου ὑπὸ τῶν ΖΒ, ΖΓ ἀκτίνων, καὶ μετακείσθω τὸ ὄμμα ἔγγιον τοῦ ΒΓ καὶ ἔστω ἐπὶ τοῦ ∠,καὶ ὁράσθω τὸ αὐτὸ ὑπὸ τῶν ∠Β, ∠Γ ἀκτίνων. οὐκοῦν μείζων ἡ ∠γωνία τῆς Ζ γωνίας. τὰ δὲ ὑπὸ μειζόνων γωνιῶν ὁρώμενα μείζονα φαίνεται· δόξει ἄρα ηὐξῆσθαι τὸ ΒΓ τοῦ ὄμματος ἐπὶ τοῦ ∠ὄντος ἤπερ ἐπὶ τοῦ Ζ.