Ancient Greek · ~6 min
ι΄.
Euclid, Phaenomena ι΄.
Not analysed yet
Ἐὰν τοῦ τῶν ζῳδίων κύκλου δύο ἡμικύκλια ἐν ἀνίσοις χρόνοις ἀνατέλλῃ κοινήν τινα ἔχοντα περιφέρειαν, καὶ αἱ ἀπεναντίον περιφέρειαι ἐν ἀνίσοις χρόνοις ἀνατέλλουσιν, καὶ ἡ αὐτὴ διαφορὰ ἔσται τῶν χρόνων, ἐν οἷς τά τε ἡμικύκλια ἀνατέλλει καὶ αἱ ἀπεναντίον περιφέρειαι ἀνατέλλουσιν· καὶ ἐὰν τοῦ τῶν ζῳδίων κύκλου δύο ἡμικύκλια ἐν ἴσῳ χρόνῳ ἀνατέλλῃ κοινήν τινα ἔχοντα περιφέρειαν, καὶ αἱ ἀπεναντίον περιφέρειαι ἐν ἴσῳ χρόνῳ ἀνατέλλουσιν. ἔστω ἐν κόσμῳ ὁρίζων ὁ ΑΒΓ, ὁ δὲ τῶν ζῳδίων κύκλος θέσιν ἐχέτω τὴν ΑΕΓ∠, καὶ ἀπειλήφθωσαν ἴσαι περιφέρειαι αἱ Α∠, ΓΕ κατὰ διάμιετρον ἄρα ἐστὶ τὸ ∠τῷ Ε. τὰ δὲ Α∠ ∠ΓΕ ἡμικύκλια ἐν ἀνίσοις χρόνοις ἀνατελλέτω· λέγω, ὅτι καὶ αἱ ἀπεναντίον πεμιφέρειαι αἱ Α∠, ΓΕ ἐν ἀνίσοις χρόνοις ἀνατέλλουσι καὶ ἡ αὐτὴ διαφορά ἐστι τῶν χρόνων, ἐν οἷς τὰ Α∠Γ, ∠ΓΕ ἡμικύκλια ἀνατέλλει καὶ ἐν οἷς αἱ Α∠, ΓΕ περιφέρειαι ἀνατέλλουσιν. ἐπεὶ γὰρ τὰ Α∠Γ. ∠ΓΕ ἡμικύκλια ἐν ἀνίσοις χρόνοις ἀνατέλλει, κοινὸς ἀφῃρήσθω ὁ τῆς ∠Γ ἀνατολῆς χρόνος· (ἡ γὰρ ∠Γ περιφέρεια ἑαυτῇ ἀεὶ ἐν ἴσῳ χρόνῳ ἀνατέλλει)· λοιπαὶ ἄρα αἱ Α∠, ΓΕ περιφέρειαι ἐν ἀνίσῳ χρόνῳ ἀνατέλλουσι καὶ αἱ αὐταὶ διαφοραί εἴσι τῶν χρόνων, ἐν οἷς τά τε Α∠Γ ∠ΓΕ ἡμικύκλια ἀνατέλλει καὶ αἰ ἀπεναντίον περιφέρειαι αἱ Α∠, ΓΕ. πάλιν δὴ τὰ Α∠Γ, ∠ΓΕ ἡμικύκλια ἐν ἴσῳ χρόνῳ ἀνατέλλει· κοινὸς ἀφῃρήσθω ὁ τῆς Γ∠ περιφερείας χρόνος· λοιπαὶ ἄρα αἱ Α∠, ΓΕ ἐν ἴσῳ χρόνῳ ἀνατέλλουσιν.