Ancient Greek
100.3
Eudemus, Fragmenta 100.3
Unproofread scanNot analysed yet
μήποτε οὖν ὀρθῶς ἐννοῆσαι δοκεῖ τὸ ὑπὸ τοῦ Ἀριστοτέλους ῥηθὲν ὁ Εὐδόμηος, ὅτι οὐχ ἀναιρεῖ ἀπλῶς τὸ ἐφεξῆς εἶναι στιγμήν στιγμή ἢ τὸ νῦν τῷ νῦν, ἀλλὰ τὸ οὕτως εἶναι ἐφεξῆς ὥστε ἐκ τούτων εἶναι τὸ μῆκος ἢ τὸν χρόνον· εἰ γὰρ μεταξὺ τῶν στιγμῶν καὶ τῶν νῦν γραμμὴ ἐστι καὶ χρόνος, πῶς ἐκ τῶν ἐφεξῆς στιγμῶν εἴη ἂν συνεχείμένη ἢ γραμμὴ, εἴπερ πέρατα μόνον αὐτῆς εἰσὶν αἱ ἐφεξῆς αἱ στιγμαί. ὁ δ᾽ Ἀλέξανδρος καὶ οὕτως ἐπεχείρησε τῷ λόγῳ· ὁμογενῆ φησὶν τῶν σημείων τὴν γραμμὴν εἶπε καὶ τῶν νῦν τὸν χρόνον κατ᾽ αὐτοὺς ἐκείνους, εἴγε ἕκαστον αὐτῶν ἐξ ἡμερῶν σύγκειται ὡς αὐτὸς φησιν, ἢ μὲν γραμμὴ τῶν σημείων, ὁ δὲ χρόνος τῶν νῦν, ὥστε κατ᾽ αὐ-10 τοὺς ἐκείνους οὐχ ἐφεξῆς τὰ σημεία, εἴγε τὸ ἐξ αὐτῶν γινόμενον κατ᾽ αὐτοὺς μεταξὺ ἔστιν αὐτῶν ἢν αὐτοῖς ὁμογενές. καὶ ἔοικεν ὁ Ἀλέξανδρος πανταχοῦ τὸ ἐφεξῆς νομίζειν ἀναιρεῖν τὸν Ἀριστοτέλην, ἀλλὰ μὴ οὕτως ἐφεξῆς εἶναι, ὥστε ἐκ τούτων τὸ μῆκος εἶναι ἢ τὸν χρόνον ὅπερ σαφῶς οἱ αὐτῶν τῶν λέξεων ὁ Ἀριστοτέλης ἐσήμανεν.