Ancient Greek
100.2
Eudemus, Fragmenta 100.2
Unproofread scanNot analysed yet
εἰ γὰρ ἐστιν ἐφεξῆς φησιν, τὰ ἀμερῆ, δεῖ πάντως εἶναι τι αὐτῶν μεταξὺ μὴ ὁμογενές, ὥστε στιγμὴ μὲν οὐχ ἄν εἴη, γραμμὴ δὲ ἢ κενὸν μεταξὺ στιγμῶν ἐν μήκει. εἰ μὲν οὖν γραμμὴ, οὐχ ἔσται ἐκ τῶν στιγμῶν ἡ γραμμὴ· οὐ γὰρ ἐν αὐτῇ αἱ ἐφεξῆς στιγμαί. εἰ δὲ κενόν, πλεῖον ἔσται τὸ κενὸν ἐν τοῖς συνεχέσι τῶν ἐξ ὧν, τουτέστι τῶν ἐφεξῆς λεγομένων στιγμῶν ἢ οὐδὲ ἔσται ὅλως μέγεθος. ὡςπερ γὰρ ἀπτόμεναι δύο στιγμαὶ μήκος οὐδὲν ποιοῦσιν, οὕτως οὐδὲ στιγμαὶ καὶ κενόν.