Ancient Greek
102.2
Eudemus, Fragmenta 102.2
Unproofread scanNot analysed yet
Simplicius fol. 220. καὶ ἀπορεῖ καλῶς ὁ Ἀλέξανδρος πῶς ἐπὶ τοῦ κυκλοφορητικοῦ σώματος ἀληθῶς ὁμαλῶς κινουμένου τὸ θάττον καὶ βραδύτερον κινεῖσθαι. καὶ πρῶτον μὲν λύει μαλθακῶς ὡς οἶμαι λέγων . . . ἐφεξῆς δὲ λύει καλῶς δυνάμει λέγων ὅτι ἡ κίνησις διάστημα ἔχει τὸ αὐτὸ τῷ μεγέθει ἐφ' οὐ γίνεται. τὸ οὖν διάστημα τῆς κινήσεως τῆς ἐπὶ τοῦ σταδίου ἢ ἐπὶ μιᾶς μοῖρας τοῦ ζῳδιακοῦ γινομένης δύναται καὶ τὸ θάττον κινουμένου διανῦσαι καὶ τὸ βραδύτερον, ἀλλὰ τὸ μὲν ἐν ἐλάττονι χρόνῳ, τὸ δὲ ἐν πλείονι. καὶ παράγει καὶ τὸν Εὐδήμουν ἐν τῷ δευτέρῳ τῶν φυσικῶν οὕτως ἀποδεικνύντα τὸ εἰρημένον λέγει γὰρ καὶ αὐτός·