Ancient Greek
102.3 to 103.1
Eudemus, Fragmenta 102.3-103.1
Unproofread scanNot analysed yet
ἐπειδή τὸ κινοῦμενον πᾶν ἐν χρόνῳ, καὶ ἐν παντὶ χρόνῳ ἐστὶ κίνησις, κινήσει δὲ πᾶση τάχος καὶ βραδυτὴς ἐπεταί, μερίζεσθαι πάντα ἀνάγκη τὰ εἰρημένα. ἐστὶ γὰρ κατὰ τοῦ αὐτοῦ μεγέθους θάττον τι καὶ βραδύτερον κινούμενον λαβεῖν, εἰ καὶ μὴ τὸ αὐτὸ ποτὲ μὲν θάττον, ποτὲ δὲ βραδύτερον οἷόν τε κινηθῆναι. Aristot VI, 3. ἀνάγκη δὲ καὶ τὸ νῦν τὸ μὴ καθ' ἕτερον ἀλλὰ καθ' αὐτὸ καὶ πρῶτον λεγόμενον ἀδιαιρετον εἶναι, καὶ ἐν ἀπαντὶ τῷ τοιούτῳ χρόνῳ ἐνυπάρχειν. ἐστὶ γὰρ ἕκαστὸν τι τοῦ γενομένου, οὐ ἐπὶ τάδε οὐδὲν ἐστὶ τοῦ μέλλοντος, καὶ πάλιν τοῦ μέλλοντος, οὐ ἐπὶ τάδε οὐδὲν ἐστὶ τοῦ γεγονότος, ὁ δὴ ἐφαμεν ἀμφοῖν εἶναι πέρας. Simplicius fol. 223. ὁ μὲν Ἀριστοτέλης ἐπὶ τάδε ἀμφοῖν εἰπὼν καὶ τοῦ τέρατος καὶ τῆς ἀρχῆς ἀσαφῆ τὸν λόγον ἐποίησεν· ὁ δὲ Εὐδήμος οὐδὲν φησὶν ἐπὶ τάδε τοῦ τέρατος, οὐδ’ ἐπέκεινα τῆς ἀρχῆς.