Ancient Greek
103.3
Eudemus, Fragmenta 103.3
Unproofread scanNot analysed yet
Aristoteles VI, 4. p. 234 b. 34. κίνησις δὲ ἐστὶ διαιρετὴ διχῶς, ἓνα μὲν τρόπον τῷ χρόνῳ, ἄλλον δὲ κατὰ τὰς τῶν μερῶν τοῦ κινουμένου κινήσεις . . . ἐπὶ δ’ εἰ μὲν ἐστὶν ἄλλη τοῦ ὅλου κίνησις οἷον ἐφ’ ἧς ΘΙ, ἀφαιρεθήσεται ἀπ’ αὐτῆς ἡ ἑκατέρων τῶν μερῶν κίνησις· αὗται δ’ ἴσαι ἔσονται ταῖς ΔΕ ΕΖ· μία γὰρ ἑνὸς κινήσεως. ὥστ’ εἰ μὲν ὅλη διαιρεθήσεται ἡ ΘΙ εἰς τὰς τῶν μερῶν κινήσεις, ἴση ἔσται ἡ ΘΙ τῇ ΔΖ· εἰ δ’ ἀπολείπει τι οἷον τὸ ΚΙ, αὕτη οὐδεὺς ἔσται κίνησις· οὔτε γὰρ τοῦ ὅλου οὔτε τῶν μερῶν διὰ τὸ μίαν εἶναι ἑνός, οὔτ’ ἄλλου οὐδενός· ἡ γὰρ συνεχὴς κινήσεις ἐστὶ συνεχῶν τινῶν. ὡσαύτως δὲ καὶ εἰ ὑπερβάλλει κατὰ τὴν διαίρεσιν, ὥστ’ εἰ τοῦτο ἀδύνατον, ἀνάγκη τὴν αὐτὴν εἶναι καὶ ἴσην. αὕτη μὲν οὖν ἡ διαίρεσις κατὰ τὰς τῶν μερῶν κινήσεις ἐστίν, καὶ ἀνάγκη παντὸς εἶναι τοῦ μεριστοῦ αὐτήν.