Ancient Greek
104.2
Eudemus, Fragmenta 104.2
Unproofread scanNot analysed yet
καὶ ἀπορίαν δέ τινα φαίνεσθαι περὶ τὰ εἰρημένα φησὶν ὁ Εὐδήμους, πῶς χρὴ λέγειν τὰ μόρια κινεῖσθαι· οὐ γὰρ ἐστὶν ἐνέργεια, ἥ πάντα ἔσται τὰ μεριστὰ πολλὰ καὶ ἄπειρα, ἐν δὲ οὐδέν· εἰ δὴ δεῖ νοῆσαι τὰ μέρη, ἐπὶ μὲν ἀλλοιώσεως φαίνεται πῶς ἐνδέχεσθαι τὸ λεχθέν· λευκαίνεται γὰρ καὶ σκέλος τῶν ἄλλων ἕκαστον, καὶ τούτων ἴδιαι φαίνονται αἱ ἀλλοιώ-σεις ἀριθμῷ· ἐνδέχεται γὰρ τὸ μὲν λευκαίνεσθαι, τὸ δὲ μὴ λευκαίνεσθαι, εἴδει δὲ ἔστωσαν αἱ αὐ-ταί. γίνεται οὖν καὶ ἡ πάντων τῇ τοῦ ὅλου ἡ αὐτή. τί γὰρ διαφέρει τὴν ἑκάστου καὶ ἕκαστον εἰπεῖν ἢ ἀπάντων ἅμα; ἐπὶ δὲ τῶν φερομένων πῶς ἐροῦμεν ἕκαστον; ἕκαστον γὰρ τῶν μορίων ἴσην ἐνήνεκται καὶ τὸ πρῶτον ληφθὲν καὶ τὸ ἔσχατον καὶ ὁποιονοῦν. ἀλλὰ δὴ τὰ μόρια ἄπειρα. πότερον οὖν τὴν τοῦ ὅλου κίνησην σταδιαίαν λεκτέον ἢ πολυστάδιον; ἄπειρα γὰρ ἔσται στάδια τὸ ὅλον οὕτω γε διελληλυθός. ἡ δὲ αὐξήσις τῇ ἀλλοιώσει φαίνεται συμπαθεστέρα, ὥστε αἱ μὲν τούτων κι-νήσεις κατὰ τὰς τῶν μορίων κινήσεις συμμερι-σθήσονται πῶς, περὶ δὲ τῆς κατὰ τόπον κινήσεως ἐπισκεπτέον.