Ancient Greek
104.3
Eudemus, Fragmenta 104.3
Unproofread scanNot analysed yet
ταῦτα μὲν οὖν ὁ Εὐδήμους αὐτοῖς ῥήμασι ἀπορεῖ. ῥητέον δὲ οἶμαι πρὸς αὐτὰ τὸ πρὸ ὀλίγου ῥηθέν, ὅτι κἂν μὴ καθ’ αὐτὰ κινῆται κατὰ τόπον τὰ μέρη τοῦ συνεχούς, ἀλλ’ ἐν γε τῷ ὅλῳ κινεῖται, καὶ διὰ τοῦτο καὶ ἡ κίνησις καὶ τὸ μέγεθος διαιρετά, ἀλλ’ οὐ διηρημένα λέγεται· διηρημένα γὰρ ἂν ἦν, εἰ ἕκαστον τῶν τοῦ ὅλου μερῶν καθ’ ἑαυτὸ ἐκινεῖτο.