Ancient Greek
105.1
Eudemus, Fragmenta 105.1
Unproofread scanNot analysed yet
Aristoteles VI, 5. p. 286, 35. ὅτι μὲν οὖν οὔτε τοῦ μεταβάλλοντος οὔτ' ἐν ᾧ μεταβάλλει χρόνῳ πρῶτον οὐδὲν ἐστι, φανερὸν ἐκ τῶν εἰρημένων· αὐτὸ δὲ ἢ μεταβάλλει ἢ καθ' ὃ μεταβάλλει, οὐχὲδ' ὁμοίως ἔχει. τρία γάρ ἐστιν ἃ λέγεται κατὰ τὴν μεταβολήν, τὸ τε μεταβάλλον καὶ ἐν ᾧ καὶ εἰς ὃ μεταβάλλει, οἷον ὁ ἄνθρωπος καὶ ὁ χρόνος καὶ τὸ λευκόν. ὁ μὲν οὖν ἄνθρωπος καὶ ὁ χρόνος διαιρετοί, περὶ δὲ τοῦ λευκοῦ ἄλλος λόγος. πλὴν κατὰ συμβεβηκὸς γε πάντα διαιρετά· ᾧ γὰρ συμβέβηκε τὸ λευκὸν ἢ τὸ ποιόν, ἐκεῖνο διαιρετὸν ἐστιν, ἐπεὶ ὅσα γε καθ' αὐτὰ λέγεται διαιρετὰ καὶ μὴ κατὰ συμβεβηκός, οὐδ' ἐν τούτοις ἔσται τὸ πρῶτον, οἷον ἐν τοῖς μεγέθεσιν. ἔστω γὰρ τὸ ἐφ' οἷ AB μέγεθος, κεκινησθῶ δὲ ἐκ τοῦ B εἰς τὸ Γ πρῶτον. οὐκοῦν εἰ μὲν ἀδιαιρετὸν ἔσται τὸ BG, ἄμερὲς ἄμεροὺς ἔσται ἐχόμενον· εἰ δὲ διαιρετόν, ἔσται τι τοῦ Γ πρότερον εἰς ὃ μεταβέβληκεν, κακεῖνου πάλιν ἄλλο, καὶ ἀεὶ οὕτως διὰ τὸ μηδέποτε ὑπολείπειν τὴν διαίρεσιν. ὡστ' οὐκ ἔσται πρῶτον εἰς ὃ μεταβέβληκεν. ὁμοίως δὲ καὶ ἐπὶ τῆς τοῦ ποσοῦ μεταβολῆς· καὶ γὰρ αὕτη ἐν συνεχῇ ἐστιν. φανερὸν οὖν ὅτι ἐν μόνῃ τῶν κινήσεων τῇ κατὰ τὸ ποιὸν ἐνδέχεται ἀδιαιρετὸν καθ' αὐτὸ εἶναι.