Ancient Greek
108.1
Eudemus, Fragmenta 108.1
Unproofread scanNot analysed yet
φέρεσθαι χρόνον· τοῦτο δ’ ἐστὶ ψεῦδος. οἷον ἔστωσαν οἱ ἑστῶτες ἴσοι ἄρχοι ἐφ’ ὧν τὰ ΑΑ, οἱ δ’ ἐφ’ ὧν τὰ ΒΒ ἀρχόμενοι ἀπὸ τοῦ μέσου τῶν Α, ἴσοι τὸν ἀριθμὸν τούτοις ὄντες καὶ τὸ μέγεθος, οἱ δ’ ἐφ’ ὧν τὰ ΓΓ ἀπὸ τοῦ ἐσχάτου, ἴσοι τὸν ἀριθμὸν ὄντες τούτοις καὶ τὸ μέγεθος, καὶ ἰσοταχεῖς τοῖς Β. συμβαίνει οὖν τὸ πρῶτον Β ἄμα ἐπὶ τῷ ἐσχάτῳ εἶναι καὶ τὸ πρῶτον Γ, παρ’ ἀλλήλα κινουμένων. συμβαίνει οὖν τὸ Γ παρὰ πάντα τὰ Β διεξελυθέναι, τὰ δὲ Β παρὰ τὰ ἡμίση· ὥστε ἡμῶν εἶναι τὸν χρόνον· ἴσον γὰρ ἑκάτερόν ἐστι παρ’ ἕκαστον. ἄμα δὲ συμβαίνει τὰ Β παρὰ πάντα τὰ Γ παρεληλυθέναι· ἄμα γὰρ ἔσται τὸ πρῶτον Γ καὶ τὸ πρῶτον Β ἐπὶ τοῖς ἐναντίοις ἐσχάτοις, ἴσον χρόνον παρ’ ἕκαστον γενόμενον τῶν Β ἴσον περ τῶν Α, ὡς φησί, διὰ τὸ ἀμφότερα ἴσον χρόνον παρὰ τὰ Α γίγνεσθαι. ὁ μὲν οὖν λόγος οὕτως ἐστιν, συμβαίνει δὲ παρὰ τὸ εἰρημένον ψεῦδος.