Ancient Greek
108.2
Eudemus, Fragmenta 108.2
Unproofread scanNot analysed yet
Simplicius fol. 237b. καὶ ὁ τέταρτος τῶν περὶ κινήσεως τοῦ Ζήνωνος λόγων εἰς ἀδύνατον ἀπάγων καὶ οὗτος τὸ εἶναι κίνησιν τούτωσ τις ἦν . . . τούτων προληφθέντων σταδίων ὑποτίθεται ἐφ’ οὗ τὸ ΔΕ καὶ τέσσαρα μεγέθη ἢ ὁσαὶν ἄρτια μόνον, ὥστε ἔχειν ἡμίση, ἰσόοχα, ὡς δὲ ὁ Εὐδήμὸς φησιν, κύβους . . . ὁ μὲν οὖν λόγος τούτωσ ἐστιν εὐηθέστατος ὡν ὡς φησιν Εὐδήμους, διὰ τὸ προφανῆ τὴν παραλογισμὸν ἔχειν, εἴπερ ἀξιοῖ τὰ ἴσα καὶ ἰσοταχῆ, ἐὰν τὸ μὲν παρὰ κινούμενον κινῆται, τὸ δὲ παρὰ τὸ ἡρεμοῦν, τὸ ἴσον διάστημα ἐν ἴσῳ χρόνῳ κινεῖσθαι, ὅπερ ἐστὶν ἐναργῶς ἀτοπον· τὰ γὰρ ἀντικινούμενα ἀλλήλοις ἰσοταχῆ διπλασίαν ἀφίσταται ἐν τῷ αὐτῷ χρόνῳ ἐν ᾧ τὸ παρ’ ἡρεμοῦν κινούμενον τὸ ἡμῖον διίσταται κἂν ἰσοταχὲς ἐκείνοις ἦ.